Читать книгу In Illud: Omnia mihi tradita sunt a Patre - Athanasius Saint Patriarch of Alexandria - Страница 1

ΕΙΣ ΤΟ,

Оглавление

Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς γινώσκει [1], τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ· καὶ τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι

1. Καὶ τοῦτο οὐ νοήσαντες οἱ τῆς αἱρέσεως Ἀρείου Εὐσέβιός τε καὶ οἱ σὺν αὐτῷ, ἀσεβοῦσιν εἰς τὸν Κύριον· φασὶ γάρ· Εἰ τὰ πάντα παρεδόθη (πάντα λέγοντες τὴν κυριότητα τῆς κτίσεως), ἦν ποτε, ὅτε οὐκ εἶχεν αὐτά. Εἰ δὲ οὐκ εἶχεν, οὐκ ἔστιν ἐκ τοῦ Πατρός· Εἰ γὰρ ἦν, εἶχεν ἂν αὐτὰ ἀεὶ ἐξ αὐτοῦ ὤν, καὶ χρείαν οὐκ εἶχε τοῦ λαβεῖν αὐτά. Ἀλλὰ καὶ [2] ἐκ τούτου μᾶλλον ἡ ἄνοια αὐτῶν ἐλεγχθήσεται. Οὐ γὰρ τοῦ ἄρχειν τῆς κτίσεως, ἢ τοῦ ἐπιστατεῖν τῶν ποιημάτων, σημαντικόν ἐστι τὸ ῥητὸν, ἀλλά τινα νοῦν τῆς οἰκονομίας δηλῶσαι θέλει. Εἰ γὰρ, ὅτε ἔλεγε, παρεδόθη αὐτῷ, δῆλον [3] ὅτι πρὸ τοῦ λάβῃ, κενὴ ἦν ἡ κτίσις τοῦ Λόγου. Καὶ ποῦ τὸ, Τὰ πάντα ἐπ᾽ αὐτῷ συνέστηκεν; Εἰ δὲ, ἅμα τῷ γενέσθαι τὴν κτίσιν, παρεδόθη αὐτῷ πᾶσα [4]· χρεία οὐκ ἦν παραδόσεως· πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο, καὶ περιττὸν τὸ παραδίδοσθαι τῷ Κυρίῳ ταῦτα, ὧν αὐτός ἐστι δημιουργός. Κύριος γὰρ ἦν τῶν γινομένων ἐν τῷ ποιεῖν αὐτά. Ἀλλὰ καὶ εἰ [5] μετὰ τὸ γενέσθαι παρεδόθη αὐτῷ, σκόπει τὸ ἄτοπον. Εἰ γὰρ παρεδόθη, καὶ ἀνεχώρησεν ὁ Πατὴρ λαβόντος τούτου· καὶ κινδυνεύομεν εἰς τάς τινων μυθολογίας ἐμπεσεῖν, ὅτι, τούτῳ παραδοὺς, αὐτὸς ἀπέστη. Ἢ εἰ τοῦ Υἱοῦ ἔχοντος, ἔχει καὶ ὁ Πατὴρ, ἔδει μὴ εἰπεῖν, παρεδόθη, ἀλλ᾽ ὅτι προσελάβετο κοινωνὸν, ὡς Παῦλος τὸν Σιλουανόν. Ἀλλὰ καὶ μᾶλλον ἄτοπον τοῦτο· οὐ γὰρ ἐνδεὴς ὁ Θεὸς, οὐδὲ διὰ χρείαν προσελάβετο τὸν Υἱὸν εἰς βοήθειαν· ἀλλὰ, Πατὴρ ὢν τοῦ Λόγου, πάντα δι᾽ αὐτοῦ ποιεῖ, καὶ οὐ παραδίδωσιν αὐτῷ κτίσιν, ἀλλὰ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ τῆς κτίσεως προνοεῖ, ὥστε μηδὲ στρουθίον ἄνευ τοῦ Πατρὸς πεσεῖν εἰς τὴν γῆν, μηδὲ τὸν χόρτον ἀμφιέννυσθαι ἄνευ τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεσθαι καὶ τὸν Υἱὸν ἕως ἄρτι. Οὐκοῦν τῶν ἀσεβῶν τὸ φρόνημα μάταιον. Οὐ γὰρ, ὡς νοοῦσιν, ἔστιν, ἀλλὰ τῆς κατὰ σάρκα οἰκονομίας ἐστὶ δηλωτικὸν τὸ ῥητόν.

2. Ἐπειδὴ γὰρ ἥμαρτε καὶ πέπτωκεν ὁ ἄνθρωπος, καὶ πεσόντος αὐτοῦ τὰ πάντα τετάρακται, ὁ θάνατος ἴσχυεν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως [6], ἡ γῆ κεκατήραται, ὁ ᾅδης ἠνοίγη, ὁ παράδεισος ἐκλείσθη, ὁ οὐρανὸς ἐθυμώθη, καὶ τέλος ἐφθάρη ὁ ἄνθρωπος καὶ ἀπεκτηνώθη, ὁ δὲ [7] διάβολος ἐνήλλετο καθ᾽ ἡμῶν. Τότε δὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ μὴ θέλων ἀπολέσθαι τὸν κατ᾽ εἰκόνα ἄνθρωπον, ἔλεγε· Τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται; Πάντων τε σιωπώντων, ὁ Υἱὸς ἔλεγεν· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με· καὶ δὴ τότε λέγων, βάδιζε, παρέδωκεν αὐτῷ τὸν ἄνθρωπον, ἵνα γένηται αὐτὸς ὁ Λόγος σὰρξ, καὶ παραλαβὼν τὴν σάρκα κατὰ πάντα διορθώσηται. Παρεδόθη γὰρ αὐτῷ, ὡς ἰατρῷ, θεραπεῦσαι τὸ δῆγμα τοῦ ὄφεως· ὡς ζωῇ, ἀνεγεῖραι τὸ νεκρόν [8]· ὡς φωτὶ, καταυγάσαι τὸ σκότος· καὶ λόγῳ ὄντι, ἀνακαινίσαι τὸ λογικόν. Ὡς γοῦν παρεδόθη αὐτῷ τὰ πάντα, καὶ γέγονεν ἄνθρωπος, εὐθὺς διορθώθη καὶ ἐτελειώθη τὰ ὅλα· ἡ γῆ ἀντὶ κατάρας εὐλόγηται, ὁ παράδεισος ἠνοίγη τῷ λῃστῇ [9], ὁ ᾅδης ἔπτηξε, καὶ τὰ μνημεῖα ἠνοίγη, ἐγειρομένων τῶν νεκρῶν, αἱ πύλαι τοῦ οὐρανοῦ ἐπήρθησαν, ἵν᾽ ὁ ἐξ Ἐδὼμ παραγένηται. Ἀμέλει τὸ πῶς παρεδόθη αὐτῷ πάντα, σημᾶναι θέλων αὐτὸς ὁ Σωτὴρ, ἐπήγαγεν εὐθὺς [10], ὡς ὁ Ματθαῖός φησιν· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· παρεδόθητε γάρ μοι, ἵνα κοπιάσαντας [11] ἀναπαύσω, καὶ νεκρωθέντας ζωοποιήσω. Συνᾴδει δὲ τούτῳ καὶ τὸ παρὰ τῷ Ἰωάννῃ κείμενον· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Δέδωκε γὰρ, ἵν᾽, ὥσπερ δι᾽ αὐτοῦ τὰ πάντα γέγονεν, οὕτως ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῆναι δυνηθῇ. Οὐ γὰρ, ἵν᾽ ἐκ πτωχοῦ πλούσιος γένηται, παρεδόθη αὐτῷ [12], οὐδ᾽ ἵνα, ὡς μὴ ἔχων ἐξουσίαν, λάβῃ ἐξουσίαν, παρέλαβε τὰ πάντα, μὴ γένοιτο! ἀλλ᾽ ἵνα μᾶλλον, ὡς Σωτὴρ, τὰ πάντα διορθώσηται [13]. Ἔπρεπε μὲν γὰρ τὴν μὲν ἀρχὴν τῆς δημιουργίας δι᾽ αὐτοῦ γενέσθαι εἰς τὸ εἶναι αὐτὰ, τὴν δὲ διόρθωσιν ἐν αὐτῷ, ἐχουσῶν διαφορὰν τῶν λέξεων. Ἐν ἀρχῇ μὲν γὰρ δι᾽ αὐτοῦ γέγονεν εἰς τὸ εἶναι· ὕστερον δὲ, πεσόντων πάντων, γέγονεν ὁ Λόγος σὰρξ, καὶ ἐνεδύσατο αὐτὴν, ἵν᾽ ἐν αὐτῷ τὰ ὅλα κατορθωθῇ. Πάσχων γὰρ αὐτὸς ἡμᾶς ἀνέπαυσε [14], καὶ πεινῶν αὐτὸς ἡμᾶς ἔτρεφε, καὶ εἰς τὸν ᾅδην καταβαίνων ἡμᾶς ἀνέφερε. Τότε γοῦν γινομένων πάντων πρόσταγμα ἦν τὸ γενέσθαι, οἶον τὸ, ἐξαγαγέτω, καὶ, γενέσθω· ἐπὶ δὲ τῇ διορθώσει παραδοθῆναι πάντα ἔπρεπεν, ἵν᾽ αὐτὸς γένηται ἄνθρωπος, καὶ ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῇ. Ἐν αὐτῷ γὰρ ὢν ὁ ἄνθρωπος, ἐζωοποιεῖτο· διὰ τοῦτο γὰρ συνεπλάκη ὁ Λόγος τῷ ἀνθρώπῳ, ἵνα ἡ κατάρα μηκέτι ἰσχύσῃ κατὰ τοῦ ἀνθρώπου. Διὰ τοῦτο γὰρ καὶ ἐν ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ τοὺς ἀξιοῦντάς φασι [15] τὸν Θεὸν περὶ τοῦ ἀνθρωπείου γένους, Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, ἵνα καὶ τὸ καθ᾽ ἡμῶν κρῖμα τοῦ θανάτου, ὅπερ ἦν καθ᾽ ἡμῶν, παραδοθῇ τῷ Υἱῷ, καὶ λοιπὸν αὐτὸς ἐν αὐτῷ αὐτὸ ἐξαφανίσῃ, ἀποθανὼν ὑπὲρ ἡμῶν. Τοῦτο γὰρ σημαίνων καὶ αὐτὸς ἔλεγεν ἐν τῷ ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ· Ἐπ᾽ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Τὸν γὰρ καθ᾽ ἡμῶν θυμὸν αὐτὸς ἐβάσταζεν, ὡς [16] καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ἑβδόμῳ φησί· Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ.

3. Οὕτω μὲν οὖν πάντα παραδεδόσθαι τῷ Σωτῆρι νοεῖν ἔξεστι, καὶ εἰ δεῖ νοήσαντα πάλιν εἰπεῖν [17], παραδέδοται αὐτῷ ἅπερ οὐκ εἶχεν. Οὐ γὰρ ἦν ἄνθρωπος πρὸ τούτου, ἀλλὰ γέγονε διὰ τὸ σῶσαι τοῦτον. Καὶ οὐκ ἦν ἐν ἀρχῇ σὰρξ ὁ Λόγος, ἀλλ᾽ ὕστερον γέγονε σὰρξ, ἐν ᾗ καὶ τὴν πρὸς ὑμᾶς ἔχθραν διήλλαξε κατὰ τὸν Ἀπόστολον, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι κατήργησεν, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἃ μέντοι ἔχει ὁ Πατὴρ, ταῦτα [18] καὶ τοῦ Υἱοῦ ἐστιν, ὡς ἐν τῷ Ἰωάννῃ φησί· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, πάνυ γε καλῶς ἐχόντων τῶν ῥημάτων. Ὅτε μὲν γὰρ ὅπερ οὐκ ἦν ἐγίνετο, παραδίδοται αὐτῷ τὰ πάντα· ὅτε δὲ τὴν πρὸς τὸν Πατέρα ἑνότητα σημᾶναι βούλεται, οὐ κρύπτει, ἀλλὰ διδάσκει λέγων· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Καὶ τὴν ἀκρίβειαν χρὴ θαυμάζειν τοῦ λόγου. Οὐ γὰρ εἴρηκε, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, δέδωκέ [19] μοι, ἵνα μὴ, ὥς ποτε μὴ ἔχων, δειχθῇ· ἀλλ᾽ ὅτι ἐμά ἐστιν. Ὄντων γὰρ ἐν τῇ τοῦ Πατρὸς ἐξουσίᾳ τούτων, ἔστιν ὁμοίως ἐν τῇ τοῦ Υἱοῦ. Τί δὲ ἔχει ὁ Πατὴρ, ἐξεταστέον πάλιν. Εἰ μὲν γὰρ τὴν κτίσιν σημαίνει, οὐδὲν ἄρα εἶχε πρὸ τῆς κτίσεως, καὶ φαίνεται προσλαμβάνων ἀπὸ τῆς κτίσεως. Ἀλλὰ μὴ γένοιτο τοῦτο νοεῖν! Ὡς γάρ ἐστιν αὐτὸς πρὸ τῆς κτίσεως, οὕτω καὶ πρὸ τῆς κτίσεως ἔχει ἅπερ ἔχει, ἅτινα καὶ τοῦ Υἱοῦ εἶναι πιστεύομεν. Εἰ γὰρ ἐν τῷ Πατρὶ ὁ Υἱὸς, ἄρα ἂν τὰ πάντα, ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστιν. Ἀνατρέπον δὲ τὸ ῥητόν ἐστι τοῦτο τὴν τῶν κακοδόξων πονηρίαν λεγόντων· «Εἰ πάντα παραδέδοται τῷ Υἱῷ, ἄρα πέπαυται ὁ Πατὴρ τῆς τῶν παραδοθέντων ἐξουσίας, ἐπειδὴ κατέστησεν ἀνθ᾽ ἑαυτοῦ τὸν Υἱόν· Καὶ γὰρ ὁ Πατὴρ οὐδένα κρίνει, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ.» Ἀλλ᾽ ἐμφραττέσθω τὰ στόματα τῶν λαλούντων τὰ ἄδικα· οὐ γὰρ, ἐπειδὴ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, αὐτὸς τῆς δεσποτείας ἐψίλωται· οὐδ᾽ ὅτι πάντα παραδεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς εἴρηται, αὐτὸς οὐκ ἔστιν ἐπὶ πάντων· χωριζόντων δὲ σαφῶς τὸν Μονογενῆ τοῦ Θεοῦ τὸν ἀχώριστον [20] τῇ φύσει, εἰ καὶ τοῖς λόγοις οὗτοι μεμηνότες χωρίζουσιν, οὐ νοοῦντες οἱ δυσσεβεῖς, ὡς οὐκ ἂν χωρισθείη ποτὲ τὸ φῶς τοῦ ἡλίου, ἀλλ᾽ ἔστιν ἐν αὐτῷ φυσικῶς. Ἀπὸ γὰρ τῶν ἐν χερσὶ καὶ [21] συνήθων εἰκόνι πτωχῇ χρησαμένους, τὸ νοούμενον παραστῆσαι τῷ λόγῳ δεῖ, ἐπειδὴ τολμηρὸν ἐμβατεύειν τὴν ἀπερινόητον φύσιν.

4. Ὡς οὐκ ἂν τοίνυν ποτὲ τὸ ἐξ ἡλίου φῶς τὴν οἰκουμένην καταλάμπον χωρὶς αὐτοῦ περιλάμπειν δυνατὸν νοηθῆναι παρὰ τοῖς ἐῤῥωμένοις τὸν νοῦν, ἐπειδὴ ἥνωται τῇ φύσει τοῦ ἡλίου τὸ ἐξ αὐτοῦ φῶς, καὶ ὡς εἰ λέγοι τὸ φῶς· Πάντα καταλάμπειν παρείληφα παρὰ τοῦ ἡλίου, καὶ πάντα αὔξειν καὶ ἐνισχύειν διὰ τῆς ἐν ἐμοὶ θερμότητος· οὐ χωρίζειν τις μεμηνὼς νοήσει τὴν τοῦ ἡλίου ὀνομασίαν τῆς ἐξ αὐτοῦ φύσεως, ἥ ἐστι τὸ φῶς· οὕτω νοεῖν εὐσεβὲς καὶ τὴν θείαν οὐσίαν τοῦ Λόγου ἡνωμένην φύσει τῷ ἑαυτοῦ Πατρί. Καὶ γὰρ τὸ ἐν χερσὶ ῥητὸν τὴν σαφήνειαν παρέξει τοῦ ζητουμένου σαφεστάτην, εἰπόντος τοῦ Σωτῆρος· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν

In Illud: Omnia mihi tradita sunt a Patre

Подняться наверх