Читать книгу Novum Testamentum Graece (Nestle-Aland) - Группа авторов, Nestle-Aland - Страница 88
ОглавлениеΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 13 ✽ ✝Ἐν ⸆ τῇ ἡμέρᾳ ἐκείνῃ ✝ἐξελθὼν ὁ Ἰησοῦς ⸂τῆς οἰκίας⸃ ἐκάθητο παρὰ τὴν θάλασσαν· 2καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς ⸆ πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
3✽ Καὶ ✝ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ✝ἐξῆλθεν ὁ σπείρων τοῦ ⸀σπείρειν. 4καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ⸀ἐλθόντα τὰ πετεινὰ ⸆ ⸇ κατέφαγεν αὐτά. 5✝ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6✝ἡλίου δὲ ἀνατείλαντος ⸀ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ⸁ῥίζαν ⸀1ἐξηράνθη. 7ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ⸀ἔπνιξαν αὐτά. 8ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. 9✝ὁ ἔχων ὦτα ⸆ ἀκουέτω.
10✝Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ· ✝διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11ὁ δὲ ἀποκριθεὶς εἶπεν °αὐτοῖς· ὅτι ✝ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12✽ ✝ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 13✽ διὰ τοῦτο ἐν παραβολαῖς ⸂αὐτοῖς λαλῶ⸃, ⸄ὅτι ✝βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν ✝οὐδὲ συνίουσιν⸅, 14✝καὶ ⸀ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα·
⸆ ✝ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε,
καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
15✝ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,
καὶ τοῖς ὠσὶν ⸆ βαρέως ἤκουσαν
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν,
μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς
καὶ τοῖς ὠσὶν ἀκούσωσιν
καὶ τῇ καρδίᾳ ✝συνῶσιν
καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς.
16✽ ✝ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν καὶ τὰ ὦτα °ὑμῶν ὅτι ⸀ἀκούουσιν. 17ἀμὴν °γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ ✝προφῆται καὶ δίκαιοι ✝ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ ⸀εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
18✽ ✝Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ ⸀σπείραντος. 19παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας ✝καὶ μὴ συνιέντος ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ⸀ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ, οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς. 20ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ ✝τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν, 21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ ἀλλὰ ✝πρόσκαιρός ἐστιν, γενομένης δὲ ✝θλίψεως ἢ ✝διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται. 22ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ✝ἡ μέριμνα τοῦ αἰῶνος ⸆ καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον καὶ ἄκαρπος γίνεται. 23ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων ✝καὶ ⸀συνιείς, ⸂ὃς δὴ⸃ καρποφορεῖ καὶ ποιεῖ ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
24✽ ✝Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ✝ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ⸀σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. 25✝ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ⸀ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη °καὶ τὰ ζιζάνια. 27προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ⸆ ζιζάνια; 28ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. ⸂οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ⸃· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; 29ὁ δέ ⸀φησιν· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. 30ἄφετε συναυξάνεσθαι ἀμφότερα ⸀ἕως τοῦ θερισμοῦ, καὶ ✝ἐν ⸆ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε ⸂αὐτὰ εἰς⸃ δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, ✝τὸν δὲ σῖτον ⸁συναγάγετε εἰς τὴν ἀποθήκην μου.
31✽ ✝Ἄλλην παραβολὴν ⸀παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ✝κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ ⸀αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ✝ὥστε ἐλθεῖν ✝τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
33✽ ✝Ἄλλην παραβολὴν ⸂ἐλάλησεν αὐτοῖς⸃· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ✝ζύμῃ, ἣν λαβοῦσα γυνὴ ✝ἐνέκρυψεν εἰς ✝ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον. 34✽ ✝ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις καὶ χωρὶς παραβολῆς ⸀οὐδὲν ἐλάλει αὐτοῖς, 35✝ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ⸆ τοῦ προφήτου λέγοντος·
✝ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου,
ἐρεύξομαι ✝κεκρυμμένα ἀπὸ καταβολῆς °[κόσμου].
36✽ Τότε ✝ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν ⸆. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ⸀✝διασάφησον ἡμῖν τὴν ✝παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37ὁ δὲ ἀποκριθεὶς εἶπεν ⸆· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ⸂ὁ υἱὸς τοῦ ἀνθρώπου⸃, 38ὁ δὲ ἀγρός ἐστιν ὁ ✝κόσμος, τὸ δὲ καλὸν σπέρμα οὗτοί εἰσιν ✝οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ, 39ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος, ⸋ὁ δὲ θερισμὸς ✝συντέλεια ⸆ αἰῶνός ἐστιν,⸌ οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ ✝πυρὶ ⸀[κατα]καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ⸆· 41✝ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου ✝τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς ✝βασιλείας αὐτοῦ πάντα ✝τὰ ✝σκάνδαλα καὶ τοὺς ✝ποιοῦντας τὴν ἀνομίαν 42καὶ ⸀✝βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ✝ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43τότε οἱ δίκαιοι ✝ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ ✝βασιλείᾳ ⸂τοῦ πατρὸς αὐτῶν⸃. ✝ὁ ἔχων ὦτα ⸆ ἀκουέτω.
44⸆ Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ✝θησαυρῷ ✝κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ✝ὑπάγει καὶ πωλεῖ °πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν °ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46⸂εὑρὼν δὲ⸃ °ἕνα ✝πολύτιμον μαργαρίτην ✝ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.
47Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ✝σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ✝ἐκ παντὸς γένους συναγαγούσῃ· 48⸂ἣν ὅτε⸃ ἐπληρώθη ⸀ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ ⸁καλὰ εἰς ⸀1ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49οὕτως ἔσται ἐν τῇ ✝συντελείᾳ τοῦ ⸀αἰῶνος· ✝ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων 50καὶ ⸀✝βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ✝ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
51⸆ ✝Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· ναί ⸇. 52⸂ὁ δὲ εἶπεν⸃ αὐτοῖς· διὰ τοῦτο πᾶς ✝γραμματεὺς ✝μαθητευθεὶς ⸄τῇ βασιλείᾳ⸅ τῶν οὐρανῶν ✝ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ✝ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ ✝καινὰ καὶ παλαιά.
53✝Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, ✝μετῆρεν ἐκεῖθεν. 54✽ καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ ✝συναγωγῇ αὐτῶν, ✝ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ⸆ ἡ σοφία αὕτη ✝καὶ αἱ δυνάμεις; 55✝οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; ⸀✝οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ✝Ἰάκωβος καὶ ⸁Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; 56καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; ✝πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57✽ καὶ ✝ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ ✝Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ⸀πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ ⸂τὴν ἀπιστίαν⸃ αὐτῶν.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 14 ✽ ✽ ✝Ἐν ἐκείνῳ ⸆ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· ⸆ ✝οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής ⸇· αὐτὸς ✝ἠγέρθη ἀπὸ τῶν νεκρῶν καὶ ✝διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
3✽ ✝Ὁ γὰρ Ἡρῴδης ⸆ ✝κρατήσας τὸν Ἰωάννην ἔδησεν °[αὐτὸν] ⸂καὶ ἐν φυλακῇ ἀπέθετο⸃ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα °1Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· 4✝ἔλεγεν γὰρ ⸂ὁ Ἰωάννης αὐτῷ⸃· ✝οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν. 5καὶ θέλων αὐτὸν ἀποκτεῖναι ✝ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς ✝προφήτην αὐτὸν εἶχον.
6✽ ⸂Γενεσίοις δὲ γενομένοις⸃ τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ ⸄τῆς Ἡρῳδιάδος⸅ ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ, 7ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. 8ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς ⸆· δός μοι, °φησίν, ὧδε ⸋ἐπὶ πίνακι⸌ τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9καὶ ⸂λυπηθεὶς ὁ βασιλεὺς διὰ⸃ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι ⸆, 10καὶ πέμψας ἀπεκεφάλισεν °[τὸν] Ἰωάννην ἐν τῇ φυλακῇ. 11καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ⸀ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12καὶ προσελθόντες ✝οἱ μαθηταὶ αὐτοῦ ✝ἦραν τὸ ⸀πτῶμα ⸆ καὶ ἔθαψαν ⸁αὐτὸ[ν] καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13✽ ⸂✝Ἀκούσας δὲ⸃ ὁ Ἰησοῦς ✝ἀνεχώρησεν ἐκεῖθεν ⸋ἐν πλοίῳ⸌ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ ⸀πεζῇ ἀπὸ τῶν πόλεων. 14Καὶ ἐξελθὼν ⸆ εἶδεν πολὺν ὄχλον καὶ ✝ἐσπλαγχνίσθη ⸂ἐπ’ αὐτοῖς⸃ καὶ ἐθεράπευσεν τοὺς ⸀ἀρρώστους αὐτῶν.
15✽ ✽ Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ ⸆ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ⸉ἤδη παρῆλθεν⸊· ἀπόλυσον ⸇ τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς ⸆1 κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16✝ὁ δὲ °[Ἰησοῦς] εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν, δότε ⸉αὐτοῖς ὑμεῖς φαγεῖν⸊. 17οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ ✝πέντε ἄρτους καὶ δύο ἰχθύας. 18ὁ δὲ εἶπεν· φέρετέ μοι ⸂ὧδε αὐτούς⸃. 19καὶ ⸀κελεύσας ⸂τοὺς ὄχλους⸃ ἀνακλιθῆναι ἐπὶ ⸄τοῦ χόρτου⸅, ⸁✝λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ✝ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ⸀ὡσεὶ πεντακισχίλιοι χωρὶς ⸂γυναικῶν καὶ παιδίων⸃.
22✽ ✽ ✝Καὶ °εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ⸆ ἐμβῆναι εἰς °1τὸ πλοῖον καὶ προάγειν °2αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23✽ καὶ ἀπολύσας τοὺς ὄχλους ✝ἀνέβη εἰς τὸ ✝ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ✽ ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24Τὸ δὲ πλοῖον °ἤδη ⸂σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν⸃ ✝βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸀ἦλθεν πρὸς αὐτοὺς ✝περιπατῶν ἐπὶ ⸂τὴν θάλασσαν⸃. 26⸂οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν⸃ ⸄ἐπὶ τῆς θαλάσσης περιπατοῦντα⸅ ἐταράχθησαν ✝λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27εὐθὺς δὲ ἐλάλησεν ⸂[ὁ Ἰησοῦς] αὐτοῖς⸃ λέγων· ✝θαρσεῖτε, ✝ἐγώ εἰμι· ✝μὴ φοβεῖσθε. 28✽ ✝Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν⸃· κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸉ἐλθεῖν πρός σε⸊ ἐπὶ τὰ ὕδατα. 29ὁ δὲ εἶπεν· ἐλθέ. καὶ ✝καταβὰς ἀπὸ τοῦ πλοίου °[ὁ] Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ⸂καὶ ἦλθεν⸃ πρὸς τὸν Ἰησοῦν. 30βλέπων δὲ τὸν ἄνεμον °[ἰσχυρὸν] ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· κύριε, σῶσόν με. 31εὐθέως δὲ ὁ Ἰησοῦς ✝ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ✝ὀλιγόπιστε, εἰς τί ✝ἐδίστασας; 32✽ καὶ ⸂ἀναβάντων αὐτῶν⸃ εἰς τὸ πλοῖον ✝ἐκόπασεν ὁ ἄνεμος. 33οἱ δὲ ἐν τῷ πλοίῳ ⸆ ✝προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς ✝θεοῦ υἱὸς εἶ.
34✝Καὶ διαπεράσαντες ἦλθον ⸂ἐπὶ τὴν γῆν εἰς⸃ ⸀Γεννησαρέτ. 35✽ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες ⸂τοῦ τόπου ἐκείνου⸃ ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην ✝καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας 36καὶ παρεκάλουν °αὐτὸν ✝ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 15 ✽ ✽ ✝Τότε προσέρχονται τῷ Ἰησοῦ ⸆ ἀπὸ Ἱεροσολύμων ⸉✝Φαρισαῖοι καὶ γραμματεῖς⸊ λέγοντες· 2διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν ✝τὴν παράδοσιν τῶν πρεσβυτέρων; ✝οὐ γὰρ νίπτονται τὰς χεῖρας °[αὐτῶν] ὅταν ✝ἄρτον ἐσθίωσιν. 3ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4ὁ γὰρ θεὸς ⸀εἶπεν· ✝τίμα τὸν πατέρα ⸆ καὶ τὴν μητέρα ⸇, καί· ✝ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. 5✝ὑμεῖς δὲ λέγετε· ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς ⸆, 6⸆ οὐ μὴ τιμήσει τὸν πατέρα °αὐτοῦ ⸇· καὶ ἠκυρώσατε ⸂τὸν λόγον⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. 7✝ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων·
8⸂✝ὁ λαὸς οὗτος⸃ τοῖς χείλεσίν με τιμᾷ,
ἡ δὲ καρδία αὐτῶν πόρρω ⸀ἀπέχει ἀπ’ ἐμοῦ·
9μάτην δὲ σέβονταί με
διδάσκοντες ✝διδασκαλίας ἐντάλματα ἀνθρώπων.
10καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· ἀκούετε καὶ ✝συνίετε· 11✝οὐ ⸆ τὸ εἰσερχόμενον εἰς τὸ στόμα ⸀κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ ✝τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος ⸁τοῦτο ⸀κοινοῖ τὸν ἄνθρωπον.
12✽ Τότε προσελθόντες οἱ μαθηταὶ ⸆ ⸀λέγουσιν αὐτῷ· οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13ὁ δὲ ἀποκριθεὶς εἶπεν· ✝πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14✽ ἄφετε ⸀αὐτούς· ⸂✝τυφλοί εἰσιν ὁδηγοὶ [τυφλῶν]⸃· ✝τυφλὸς δὲ τυφλὸν ⸄ἐὰν ὁδηγῇ⸅, ἀμφότεροι ⸂1εἰς βόθυνον πεσοῦνται⸃.
15✽ ✝Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· ✝φράσον ἡμῖν τὴν παραβολὴν °[ταύτην]. 16ὁ δὲ ⸆ εἶπεν· ἀκμὴν καὶ ὑμεῖς ✝ἀσύνετοί ἐστε; 17⸀οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18✝τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται ✝διαλογισμοὶ πονηροί, ✝φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20✝ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21✝Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ✝ἀνεχώρησεν ✝εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22✽ καὶ ἰδοὺ γυνὴ ✝Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸀ἔκραζεν ⸆ λέγουσα· ✝ἐλέησόν με, ✝κύριε ⸁υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ⸀ἠρώτουν αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι ✝κράζει ὄπισθεν ἡμῶν. 24✽ ὁ δὲ ἀποκριθεὶς εἶπεν· ✝οὐκ ἀπεστάλην εἰ μὴ εἰς ✝τὰ πρόβατα ⸆ τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25✽ ἡ δὲ ἐλθοῦσα ⸀✝προσεκύνει αὐτῷ λέγουσα· ✝κύριε, βοήθει μοι. 26ὁ δὲ ἀποκριθεὶς εἶπεν· ✝οὐκ ⸂ἔστιν καλὸν⸃ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27ἡ δὲ εἶπεν· ναὶ κύριε, καὶ °γὰρ τὰ κυνάρια ✝ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28τότε ἀποκριθεὶς ⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτῇ· ὦ γύναι, ✝μεγάλη σου ἡ πίστις· ✝γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29✽ ✽ ✝Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ✝ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30καὶ ✝προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν ⸂χωλούς, τυφλούς, κυλλούς, κωφούς⸃, καὶ ἑτέρους πολλοὺς καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸀αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς ⸆· 31✝ὥστε ⸂τὸν ὄχλον⸃ θαυμάσαι βλέποντας ✝κωφοὺς ⸀λαλοῦντας, ⸄κυλλοὺς ὑγιεῖς⸅ καὶ ✝χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ⸁✝ἐδόξασαν ✝τὸν θεὸν Ἰσραήλ.
32✽ ✝Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς °αὐτοῦ εἶπεν· ✝σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι °1ἤδη ⸀ἡμέραι τρεῖς ⸆ προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, ⸋μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.⸌ 33καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί ⸆· πόθεν ⸇ ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· ἑπτὰ καὶ ὀλίγα ἰχθύδια. 35καὶ ⸀παραγγείλας ⸂τῷ ὄχλῳ⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν 36⸀ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας °καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸁ἐδίδου τοῖς μαθηταῖς ⸆, οἱ δὲ μαθηταὶ ⸄τοῖς ὄχλοις⸅. 37καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. καὶ ⸉τὸ περισσεῦον τῶν κλασμάτων ἦραν⸊ ✝ἑπτὰ σπυρίδας πλήρεις. 38οἱ δὲ ἐσθίοντες ἦσαν ⸆ τετρακισχίλιοι ἄνδρες χωρὶς ⸂γυναικῶν καὶ παιδίων⸃.
39Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια ⸀Μαγαδάν.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 16 ✽ ✝Καὶ προσελθόντες °✝οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι ✝πειράζοντες ⸀✝ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. 2✽ ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ⸋✝[ὀψίας γενομένης λέγετε· εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· 3καὶ πρωΐ· σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ ⸀οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ ⸁δύνασθε;]⸌ 4✽ ✝γενεὰ πονηρὰ ⸋καὶ μοιχαλὶς⸌ ⸂σημεῖον ἐπιζητεῖ, καὶ⸃ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ ✝σημεῖον Ἰωνᾶ ⸆. καὶ ✝καταλιπὼν αὐτοὺς ἀπῆλθεν.
5✽ ✽ ✝Καὶ ἐλθόντες ⸂οἱ μαθηταὶ⸃ εἰς τὸ πέραν ἐπελάθοντο ⸉ἄρτους λαβεῖν⸊. 6ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ὁρᾶτε καὶ ✝προσέχετε ἀπὸ τῆς ✝ζύμης τῶν ✝Φαρισαίων καὶ Σαδδουκαίων. 7✽ ⸂οἱ δὲ⸃ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν. 8✝γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ✝ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ⸀ἔχετε; 9οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε ✝τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10οὐδὲ ✝τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ⸀ἄρτων ⸂εἶπον ὑμῖν; ✝προσέχετε δὲ⸃ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12✝τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης ⸂τῶν ἄρτων⸃ ἀλλ’ ἀπὸ τῆς διδαχῆς τῶν ⸉Φαρισαίων καὶ Σαδδουκαίων⸊.
13✽ ✽ ✝Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα ⸆ ⸉λέγουσιν οἱ ἄνθρωποι εἶναι⸊ °τὸν υἱὸν τοῦ ἀνθρώπου; 14οἱ δὲ εἶπαν· ⸂✝οἱ μὲν⸃ Ἰωάννην τὸν βαπτιστήν, ✝ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ ✝Ἰερεμίαν ἢ ✝ἕνα τῶν προφητῶν. 15λέγει αὐτοῖς ⸆· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; 16✝ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν ⸆· σὺ εἶ ✝ὁ χριστὸς ✝ὁ υἱὸς ✝τοῦ θεοῦ ⸂τοῦ ζῶντος⸃. 17✽ ⸂Ἀποκριθεὶς δὲ⸃ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ✝μακάριος εἶ, ✝Σίμων ⸀Βαριωνᾶ, ὅτι ✝σὰρξ καὶ αἷμα οὐκ ✝ἀπεκάλυψέν σοι ✝ἀλλ’ ὁ πατήρ μου ὁ ⸄ἐν τοῖς οὐρανοῖς⸅. 18κἀγὼ δέ σοι λέγω ὅτι ✝σὺ εἶ Πέτρος, καὶ ✝ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ✝ἐκκλησίαν καὶ ✝πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. 19⸂✝δώσω σοι⸃ τὰς ⸀κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ⸄✝ὃ ἐὰν⸅ δήσῃς ἐπὶ τῆς γῆς ἔσται ⸁δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ⸄ὃ ἐὰν⸅ λύσῃς ἐπὶ τῆς γῆς ἔσται ⸀1λελυμένον ἐν τοῖς οὐρανοῖς. 20✽ Τότε ⸀διεστείλατο τοῖς μαθηταῖς ⸆ ἵνα ✝μηδενὶ εἴπωσιν ὅτι ⸁αὐτός ἐστιν ⸇ ✝ὁ χριστός.
21✝Ἀπὸ τότε ἤρξατο ⸂ὁ Ἰησοῦς⸃ δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι ✝δεῖ αὐτὸν ⸉✝εἰς Ἱεροσόλυμα ἀπελθεῖν⸊ καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων ⸆ καὶ ἀποκτανθῆναι καὶ ⸄✝τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι⸅. 22✽ καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ⸂ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων⸃· ✝ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται ⸄σοι τοῦτο⸅. 23ὁ δὲ ⸀στραφεὶς εἶπεν τῷ Πέτρῳ· ✝ὕπαγε ✝ὀπίσω μου, ✝σατανᾶ· ✝σκάνδαλον ⸂εἶ ἐμοῦ⸃, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ⸄ἀλλὰ τὰ τῶν ἀνθρώπων⸅.
24✽ ✝Τότε ⸂ὁ Ἰησοῦς⸃ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 25✝ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 26τί γὰρ ⸀ὠφεληθήσεται ἄνθρωπος ✝ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ ✝τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27✽ ✝μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ ✝μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ✝ἀποδώσει ἑκάστῳ κατὰ ⸂τὴν πρᾶξιν⸃ αὐτοῦ. 28✽ Ἀμὴν λέγω ὑμῖν °ὅτι εἰσίν τινες ⸂τῶν ὧδε ἑστώτων⸃ οἵτινες ✝οὐ μὴ γεύσωνται θανάτου ✝ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ ✝βασιλείᾳ αὐτοῦ.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 17 ✽ ✝Καὶ ⸆ μεθ’ ἡμέρας ἓξ ✝παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ ⸇ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ⸀ἀναφέρει αὐτοὺς εἰς ✝ὄρος ὑψηλὸν ⸂κατ’ ἰδίαν⸃. 2καὶ ⸀μετεμορφώθη ἔμπροσθεν αὐτῶν, °καὶ ✝ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς ⸂τὸ φῶς⸃. 3καὶ ἰδοὺ ⸀ὤφθη αὐτοῖς ✝Μωϋσῆς καὶ ✝Ἠλίας ⸉συλλαλοῦντες μετ’ αὐτοῦ⸊. 4✝ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ⸂✝εἰ θέλεις,⸃ ⸀ποιήσω ὧδε ⸉τρεῖς σκηνάς⸊, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ⸉1Ἠλίᾳ μίαν⸊. 5ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, ✝καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸂✝ἀκούετε αὐτοῦ.⸃
6✝καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7καὶ ⸂προσῆλθεν ὁ Ἰησοῦς καὶ ✝ἁψάμενος αὐτῶν εἶπεν⸃· ἐγέρθητε καὶ ✝μὴ φοβεῖσθε. 8ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ ⸀αὐτὸν Ἰησοῦν μόνον.
9Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ✝μηδενὶ εἴπητε τὸ ✝ὅραμα ✝ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ✝ἐκ νεκρῶν ⸀ἐγερθῇ. 10✽ ✝Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ ⸆ λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ✝Ἠλίαν ✝δεῖ ἐλθεῖν πρῶτον; 11ὁ δὲ ⸆ ἀποκριθεὶς εἶπεν· Ἠλίας μὲν ἔρχεται ⸇ ⸂καὶ ✝ἀποκαταστήσει⸃ πάντα· 12λέγω δὲ ὑμῖν ὅτι ✝Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλ’ ✝ἐποίησαν °ἐν αὐτῷ ὅσα ἠθέλησαν· ⸉✝οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ’ αὐτῶν. 13τότε ✝συνῆκαν οἱ μαθηταὶ ὅτι ✝περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.⸊
14✽ ✽ ✝Καὶ ⸀ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος ✝γονυπετῶν αὐτὸν 15καὶ λέγων· ✝κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι ✝σεληνιάζεται καὶ κακῶς ⸀πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ ⸁πολλάκις εἰς τὸ ὕδωρ. 16καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ ✝οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17⸂ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς⸃ εἶπεν· ὦ ✝γενεὰ ⸀ἄπιστος καὶ διεστραμμένη, ✝ἕως πότε ⸉✝μεθ’ ὑμῶν ἔσομαι⸊; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐξῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον ✝καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
19✽ ✝Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ’ ἰδίαν εἶπον· ✝διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20ὁ δὲ ⸆ ⸀λέγει αὐτοῖς· διὰ τὴν ⸁✝ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ✝ἐὰν ἔχητε πίστιν ὡς ✝κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ⸂μετάβα ἔνθεν⸃ ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. ⸇
22✽ ⸀✝Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ⸂τῇ τρίτῃ ἡμέρᾳ⸃ ⸀ἐγερθήσεται. ⸋καὶ ✝ἐλυπήθησαν σφόδρα.⸌
24✽ ✽ ✝Ἐλθόντων δὲ αὐτῶν εἰς ✝Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· ὁ διδάσκαλος ὑμῶν ✝οὐ τελεῖ ⸀[τὰ] δίδραχμα; 25λέγει· ναί. καὶ ⸀ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· ✝τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ ⸁τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26⸂εἰπόντος δέ⸃· ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄρα γε ✝ἐλεύθεροί εἰσιν ✝οἱ υἱοί. 27✝ἵνα δὲ μὴ ⸀σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς ⸆ θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις ⸇ στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 18 ✽ ✽ ✝Ἐν ἐκείνῃ ⸆ τῇ ⸀ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· ✝τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2καὶ προσκαλεσάμενος ⸆ παιδίον ⸇ ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν 3✝καὶ εἶπεν· ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ ✝παιδία, ✝οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4✝ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 5✝καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
6✽ ✝Ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα ✝τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ⸀περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. 7Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν ✝σκανδάλων· ἀνάγκη γὰρ ⸆ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν ✝οὐαὶ τῷ ἀνθρώπῳ ⸇ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται. 8✽ ✝Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸀αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ✝ζωὴν ⸉κυλλὸν ἢ χωλὸν⸊ ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. 9⸂καὶ εἰ⸃ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
10✽ Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς ✝τῶν μικρῶν τούτων ⸆· λέγω γὰρ ὑμῖν ὅτι ✝οἱ ἄγγελοι αὐτῶν ⸂ἐν οὐρανοῖς⸃ ✝διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ⸇
12✽ ✽ ✝Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ ✝πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ⸀ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ⸆ ⸋ἐπὶ τὰ ὄρη⸌ °καὶ πορευθεὶς ⸁ζητεῖ τὸ πλανώμενον; 13καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14οὕτως οὐκ ἔστιν ✝θέλημα °ἔμπροσθεν τοῦ πατρὸς ⸀ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ⸁ἓν ✝τῶν μικρῶν τούτων.
15✽ ✝Ἐὰν δὲ ἁμαρτήσῃ ⸋[εἰς σὲ]⸌ ὁ ἀδελφός σου, ὕπαγε ✝ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16✽ ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε ⸂μετὰ σοῦ ἔτι ἕνα ἢ δύο⸃, ἵνα ✝ἐπὶ στόματος ⸄δύο μαρτύρων ἢ τριῶν⸅ σταθῇ πᾶν ῥῆμα· 17✝ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ✝ἐκκλησίᾳ· ✝ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ✝ὥσπερ ὁ ἐθνικὸς καὶ ⸆ ὁ τελώνης. 18✽ ✝Ἀμὴν λέγω ὑμῖν· ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν ⸀οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν ⸁οὐρανῷ.
19✽ Πάλιν ⸀[ἀμὴν] λέγω ὑμῖν ὅτι ἐὰν δύο ⸂συμφωνήσωσιν ἐξ ὑμῶν⸃ ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, ✝γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20⸂✝οὗ γάρ εἰσιν⸃ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ⸀ἐκεῖ ✝εἰμι ἐν μέσῳ αὐτῶν.
21✽ ✝Τότε ✝προσελθὼν ⸂ὁ Πέτρος εἶπεν αὐτῷ⸃· κύριε, ποσάκις ἁμαρτήσει ⸉εἰς ἐμὲ ὁ ἀδελφός μου⸊ ✝καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22λέγει αὐτῷ ὁ Ἰησοῦς· ✝οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά.
23✽ ✽ Διὰ τοῦτο ✝ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ✝ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησεν ✝συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24ἀρξαμένου δὲ αὐτοῦ συναίρειν ⸀προσηνέχθη ⸉αὐτῷ εἷς⸊ ὀφειλέτης ⸁μυρίων ταλάντων. 25μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ⸂ὁ κύριος⸃ πραθῆναι καὶ τὴν γυναῖκα ⸆ καὶ τὰ τέκνα καὶ πάντα ὅσα ⸀ἔχει, καὶ ἀποδοθῆναι. 26πεσὼν οὖν ὁ δοῦλος ⸆ προσεκύνει αὐτῷ λέγων· ⸇ μακροθύμησον ἐπ’ ἐμοί, ⸂καὶ πάντα ἀποδώσω σοι⸃. 27Σπλαγχνισθεὶς δὲ ⸂✝ὁ κύριος τοῦ δούλου ἐκείνου⸃ ἀπέλυσεν αὐτὸν καὶ ✝τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28ἐξελθὼν δὲ ὁ δοῦλος °ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ἀπόδος ⸆ εἴ τι ὀφείλεις. 29πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ ⸆ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ’ ἐμοί, καὶ ἀποδώσω σοι. 30ὁ δὲ οὐκ ἤθελεν ἀλλ’ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ⸆ ἀποδῷ τὸ ὀφειλόμενον. 31ἰδόντες ⸀οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ ⸁γενόμενα ἐλυπήθησαν σφόδρα καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ⸀1ἑαυτῶν πάντα τὰ γενόμενα. 32Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει °αὐτῷ· ⸉δοῦλε πονηρέ⸊, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33✝οὐκ ἔδει ⸂καὶ σὲ⸃ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ ⸄σὲ ἠλέησα⸅; 34καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ✝ἕως °οὗ ἀποδῷ °1πᾶν τὸ ὀφειλόμενον ⸆. 35✝οὕτως καὶ ὁ πατήρ μου ὁ ⸀οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν ⸆.