Читать книгу Novum Testamentum Graece (Nestle-Aland) - Группа авторов, Nestle-Aland - Страница 89
ОглавлениеΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19 ✽ ✝Καὶ ἐγένετο ὅτε ⸀ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ✝μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2✝καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς °ἐκεῖ.
3✽ ✝Καὶ προσῆλθον αὐτῷ ⸆ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες ⸇· εἰ ἔξεστιν ⸀ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; 4ὁ δὲ ἀποκριθεὶς εἶπεν ⸆· ✝οὐκ ἀνέγνωτε ὅτι ὁ ⸀κτίσας ✝ἀπ’ ἀρχῆς ✝ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; 5καὶ εἶπεν· ✝ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ⸁κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν1. 6ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ ⸉✝σὰρξ μία⸊. ✝ὃ οὖν ὁ θεὸς συνέζευξεν ⸆ ἄνθρωπος μὴ χωριζέτω. 7Λέγουσιν αὐτῷ· τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι ✝βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι °[αὐτήν]; 8λέγει αὐτοῖς ⸆ ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9✽ ✝λέγω δὲ ὑμῖν ⸂ὅτι ὃς ἂν⸃ ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ ⸄μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται⸅ ⸆.
10✽ Λέγουσιν °αὐτῷ οἱ μαθηταὶ °1[αὐτοῦ]· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ⸀ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11ὁ δὲ εἶπεν αὐτοῖς· ✝οὐ πάντες χωροῦσιν τὸν λόγον °[τοῦτον] ἀλλ’ οἷς δέδοται. 12εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
13✽ ✝Τότε ⸀προσηνέχθησαν αὐτῷ παιδία ✝ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· ✝οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14ὁ δὲ Ἰησοῦς εἶπεν ⸆· ἄφετε τὰ παιδία καὶ ✝μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός ⸀με, ✝τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15καὶ ✝ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
16✽ ✽ ✝Καὶ ἰδοὺ εἷς προσελθὼν ⸂αὐτῷ εἶπεν⸃· διδάσκαλε ⸆, τί ἀγαθὸν ⸄ποιήσω ἵνα σχῶ ✝ζωὴν αἰώνιον⸅; 17ὁ δὲ εἶπεν αὐτῷ· ⸂τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός⸃ ⸆· εἰ δὲ θέλεις ⸉εἰς τὴν ζωὴν εἰσελθεῖν⸊, ⸀✝τήρησον τὰς ἐντολάς. 18⸂Λέγει αὐτῷ· ποίας;⸃ ὁ δὲ Ἰησοῦς ⸀εἶπεν· τὸ ✝οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, 19✝τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ✝ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20λέγει αὐτῷ ὁ νεανίσκος· ⸉πάντα ταῦτα⸊ ἐφύλαξα ⸆· τί ἔτι ὑστερῶ; 21✽ ⸀ἔφη αὐτῷ ὁ Ἰησοῦς· εἰ θέλεις ✝τέλειος εἶναι, ✝ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς °[τοῖς] πτωχοῖς, καὶ ✝ἕξεις θησαυρὸν ἐν ⸁οὐρανοῖς, καὶ δεῦρο ✝ἀκολούθει μοι. 22✽ ἀκούσας δὲ ὁ νεανίσκος ⸂τὸν λόγον⸃ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων ⸀κτήματα πολλά.
23✝Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24πάλιν δὲ λέγω ὑμῖν, ⸆ εὐκοπώτερόν ἐστιν ⸀κάμηλον διὰ ⸁τρυπήματος ῥαφίδος ⸀1διελθεῖν ἢ πλούσιον ⸂εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ⸃. 25ἀκούσαντες δὲ οἱ μαθηταὶ ⸆ ✝ἐξεπλήσσοντο ⸇ σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι; 26ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, ✝παρὰ δὲ θεῷ ⸉πάντα δυνατά⸊.
27✝Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ✝ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28✽ ✝ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ ✝παλιγγενεσίᾳ, ✝ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, ⸀✝✽ καθήσεσθε καὶ ⸁ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29✽ καὶ πᾶς ὅστις ἀφῆκεν ⸂οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ✝ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς⸃ ἕνεκεν τοῦ ⸄ὀνόματός μου⸅, ⸀ἑκατονταπλασίονα λήμψεται καὶ ✝ζωὴν αἰώνιον κληρονομήσει. 30✽ ✝πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 20 ✽ ✽ Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ✝ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ✝ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2✝συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3καὶ ἐξελθὼν περὶ τρίτην ὥραν ⸀εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργοὺς 4καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα ⸆, καὶ ✝ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. 5οἱ δὲ ἀπῆλθον. πάλιν °[δὲ] ἐξελθὼν περὶ ⸉ἕκτην καὶ ἐνάτην ὥραν⸊ ἐποίησεν ὡσαύτως. 6περὶ δὲ τὴν ἑνδεκάτην ⸆ ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ⸇ καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα ⸆. 8✝Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος °αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9⸂καὶ ἐλθόντες⸃ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10⸂καὶ ἐλθόντες⸃ οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸀πλεῖον λήμψονται· καὶ ἔλαβον ⸄[τὸ] ἀνὰ δηνάριον καὶ αὐτοί⸅. 11λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12λέγοντες· οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸉ἡμῖν αὐτοὺς⸊ ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13ὁ δὲ ἀποκριθεὶς ⸉ἑνὶ αὐτῶν εἶπεν⸊· ✝ἑταῖρε, οὐκ ἀδικῶ σε· ✝οὐχὶ δηναρίου ⸂συνεφώνησάς μοι⸃; 14ἆρον τὸ σὸν καὶ ὕπαγε. θέλω ⸀δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15°[ἢ] οὐκ ἔξεστίν μοι ⸉ὃ θέλω ποιῆσαι⸊ ἐν τοῖς ἐμοῖς; ἢ ✝ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16οὕτως ✝ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι. ⸆
17✽ ⸂✝Καὶ ἀναβαίνων ὁ Ἰησοῦς⸃ εἰς Ἱεροσόλυμα παρέλαβεν ✝τοὺς δώδεκα ⸀[μαθητὰς] κατ’ ἰδίαν ⸄καὶ ἐν τῇ ὁδῷ⸅ εἶπεν αὐτοῖς· 18ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν ⸀θανάτῳ 19καὶ ✝παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν ✝εἰς τὸ ἐμπαῖξαι ✝καὶ μαστιγῶσαι ✝καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθήσεται.
20✽ ✽ ✝Τότε προσῆλθεν αὐτῷ ✝ἡ μήτηρ τῶν ✝υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς ✝προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸂ἀπ’ αὐτοῦ⸃. 21ὁ δὲ εἶπεν αὐτῇ· τί θέλεις; ⸂λέγει αὐτῷ⸃· εἰπὲ ἵνα ✝καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν °σου καὶ εἷς ἐξ εὐωνύμων °1σου ✝ἐν τῇ βασιλείᾳ σου. 22ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν ✝τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν ⸆; λέγουσιν αὐτῷ· δυνάμεθα. 23⸆ λέγει αὐτοῖς ⸇· ✝τὸ μὲν ποτήριόν μου πίεσθε ⸆1, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ⸀καὶ ἐξ εὐωνύμων ⸆2 οὐκ ἔστιν ἐμὸν °[τοῦτο] δοῦναι, ἀλλ’ ✝οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
24✽ ⸂✝Καὶ ἀκούσαντες⸃ οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· οἴδατε ὅτι ✝οἱ ἄρχοντες τῶν ἐθνῶν ✝κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. 26✝οὐχ οὕτως ⸀ἔσται ἐν ὑμῖν, ἀλλ’ ὃς ἐὰν θέλῃ ⸂ἐν ὑμῖν μέγας γενέσθαι⸃ ⸁ἔσται ὑμῶν διάκονος, 27καὶ ✝ὃς ἂν θέλῃ ⸂ἐν ὑμῖν εἶναι πρῶτος⸃ ⸀✝ἔσται ὑμῶν δοῦλος· 28✽ ὥσπερ ✝ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ✝ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ ✝δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ⸆
29✽ ✽ ✝Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ⸂ἠκολούθησεν αὐτῷ ὄχλος πολύς⸃. 30καὶ ἰδοὺ ✝δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂✝ἐλέησον ἡμᾶς, [κύριε,]⸃ ⸀✝υἱὸς Δαυίδ. 31ὁ δὲ ὄχλος ✝ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξαν λέγοντες· ⸂ἐλέησον ἡμᾶς, κύριε,⸃ ⸁υἱὸς Δαυίδ. 32καὶ στὰς °ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· τί θέλετε ποιήσω ὑμῖν; 33λέγουσιν αὐτῷ· κύριε, ἵνα ἀνοιγῶσιν ⸉οἱ ὀφθαλμοὶ ἡμῶν⸊. 34✝σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ✝ἥψατο ⸂τῶν ὀμμάτων αὐτῶν⸃, καὶ εὐθέως ἀνέβλεψαν ⸆ καὶ ✝ἠκολούθησαν αὐτῷ.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21 ✽ ✽ ✝Καὶ ὅτε ⸀ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ⸁ἦλθον εἰς Βηθφαγὴ ⸀1εἰς τὸ ✝ὄρος τῶν ἐλαιῶν, τότε ⸀2Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς 2✝λέγων αὐτοῖς· ⸀πορεύεσθε εἰς τὴν κώμην τὴν ⸁κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ⸀1ἀγάγετέ μοι. 3καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ✝ὁ κύριος ⸀αὐτῶν χρείαν ἔχει· ⸂εὐθὺς δὲ⸃ ⸁ἀποστελεῖ αὐτούς. 4✽ τοῦτο δὲ ⸆ γέγονεν ✝ἵνα πληρωθῇ τὸ ῥηθὲν ⸀διὰ τοῦ προφήτου λέγοντος·
5✝εἴπατε τῇ θυγατρὶ Σιών·
ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι
✝πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον
καὶ °ἐπὶ πῶλον °1υἱὸν ὑποζυγίου.
6✽ πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ✝ποιήσαντες καθὼς ⸀συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς 7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ⸀ἐπ’ ⸁αὐτῶν τὰ ἱμάτια ⸆, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. 8ὁ δὲ πλεῖστος ὄχλος ✝ἔστρωσαν ⸀ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ⸁ἐστρώννυον ἐν τῇ ὁδῷ. 9✽ οἱ δὲ ὄχλοι οἱ προάγοντες °αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες·
✝ὡσαννὰ ✝τῷ υἱῷ Δαυίδ·
✝εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
ὡσαννὰ ✝ἐν τοῖς ὑψίστοις.
10✽ ✝Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ✝ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος; 11οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἐστιν ⸂✝ὁ προφήτης Ἰησοῦς⸃ ὁ ✝ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
12✽ ✝Καὶ εἰσῆλθεν ⸆ Ἰησοῦς εἰς τὸ ἱερὸν ⸇ καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς ✝περιστεράς, 13καὶ λέγει αὐτοῖς· γέγραπται·
✝ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται,
ὑμεῖς δὲ αὐτὸν ⸀ποιεῖτε ✝σπήλαιον λῃστῶν.
14✽ ✽ καὶ προσῆλθον αὐτῷ ⸉✝τυφλοὶ καὶ χωλοὶ⸊ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. 15✽ ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ✝τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας °τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· ✝ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν 16καὶ εἶπαν αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί. ✝οὐδέποτε ἀνέγνωτε °ὅτι
✝ἐκ στόματος ✝νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
17✽ ✝καὶ καταλιπὼν αὐτοὺς ✝ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.
18✽ ⸀Πρωῒ δὲ ⸁ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν. 19καὶ ἰδὼν ✝συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτὴν καὶ ✝οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· ⸆ μηκέτι ἐκ σοῦ καρπὸς ⸀γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.
20✝Καὶ ἰδόντες οἱ μαθηταὶ ✝ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; 21✽ ✝ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ✝ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ ✝κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· 22✽ καὶ ✝πάντα ὅσα ⸀ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
23✽ ✽ ✝Καὶ ⸂✝ἐλθόντος αὐτοῦ⸃ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι ✝οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ✝ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24ἀποκριθεὶς °δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ ⸉λόγον ἕνα⸊, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25✝τὸ βάπτισμα ⸀τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ⸁ἐν ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· διὰ τί °οὖν ✝οὐκ ἐπιστεύσατε αὐτῷ; 26ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, ✝φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ⸂ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην⸃. 27καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς ⸂καὶ αὐτός⸃· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
28✽ ✽ ✝Τί δὲ ὑμῖν δοκεῖ; ✝ἄνθρωπος ⸆ εἶχεν ⸉τέκνα δύο⸊. °καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ✝ὕπαγε σήμερον ἐργάζου ⸂ἐν τῷ ἀμπελῶνι⸃ ⸇. 29ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂οὐ θέλω, ὕστερον °δὲ μεταμεληθεὶς ἀπῆλθεν. 30⸄προσελθὼν δὲ⸅ τῷ ⸀ἑτέρῳ εἶπεν ὡσαύτως. ✝ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε, καὶ οὐκ ἀπῆλθεν. 31τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν ⸆· ὁ πρῶτος⸃. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ ✝τελῶναι καὶ αἱ ✝πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32✝ἦλθεν γὰρ ⸂Ἰωάννης πρὸς ὑμᾶς⸃ ἐν ✝ὁδῷ ✝δικαιοσύνης, καὶ ✝οὐκ ἐπιστεύσατε αὐτῷ, οἱ δὲ τελῶναι καὶ ✝αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες ⸀οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
33✽ ✽ ✝Ἄλλην παραβολὴν ἀκούσατε. ✝ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ✝ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ✝ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. 34ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ✝ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ✝ἔδειραν, ὃν δὲ ✝ἀπέκτειναν, ὃν δὲ ✝ἐλιθοβόλησαν. 36⸀✝πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37✝ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. 38οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ⸀σχῶμεν τὴν κληρονομίαν αὐτοῦ, 39καὶ λαβόντες ⸉αὐτὸν ✝ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν⸊. 40ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτοὺς καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, ✝οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
42Λέγει αὐτοῖς ὁ Ἰησοῦς· ✝οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς·
✝λίθον ὃν ✝ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς ✝κεφαλὴν γωνίας·
παρὰ κυρίου ἐγένετο αὕτη
καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ⸀ἡμῶν;
43διὰ τοῦτο λέγω ὑμῖν °ὅτι ✝ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ ✝δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ⸋[44καὶ ✝ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ✝ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν.]⸌
45✽ ⸂Καὶ ἀκούσαντες⸃ ✝οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· 46καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ✝ἐφοβήθησαν τοὺς ὄχλους, ⸀ἐπεὶ ⸁εἰς ✝προφήτην αὐτὸν εἶχον.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 22 ✽ ✽ ✝Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων· 2✝ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ✝ἀνθρώπῳ βασιλεῖ, ὅστις ⸀✝ἐποίησεν γάμους ✝τῷ υἱῷ αὐτοῦ. 3°καὶ ✝ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, ✝καὶ οὐκ ἤθελον ἐλθεῖν. 4✝πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ ✝τὸ ἄριστόν μου ⸀ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5οἱ δὲ ✝ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ· 6οἱ δὲ λοιποὶ κρατήσαντες ✝τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7⸂ὁ δὲ βασιλεὺς⸃ ✝ὠργίσθη καὶ πέμψας ⸄τὰ στρατεύματα⸅ αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. 8τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, ✝οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 9✝πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. 10καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς ✝συνήγαγον πάντας ⸀οὓς εὗρον, ✝πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ ⸁γάμος ⸆ ἀνακειμένων. 11✽ Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ✝ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, 12καὶ λέγει αὐτῷ· ✝ἑταῖρε, πῶς ⸀εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. 13τότε ⸉ὁ βασιλεὺς εἶπεν⸊ τοῖς διακόνοις· ⸂δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ✝ἐκβάλετε αὐτὸν⸃ εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14✝πολλοὶ γάρ εἰσιν ⸆ κλητοί, ὀλίγοι δὲ ⸆ ✝ἐκλεκτοί.
15✽ ✽ ✝Τότε πορευθέντες ✝οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ⸀λέγοντες· διδάσκαλε, ✝οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ ✝τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις καὶ οὐ μέλει σοι περὶ οὐδενός· ✝οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, 17⸂εἰπὲ οὖν ἡμῖν ✝τί σοι δοκεῖ⸃· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; 18✝γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· τί με πειράζετε, ✝ὑποκριταί; 19ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20⸂καὶ λέγει αὐτοῖς⸃· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; 21λέγουσιν °αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· ✝ἀπόδοτε οὖν τὰ Καίσαρος ⸆ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22καὶ ✝ἀκούσαντες ἐθαύμασαν, ✝καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
23✽ ✝Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ ⸀Σαδδουκαῖοι, ✝λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24λέγοντες· διδάσκαλε, Μωϋσῆς εἶπεν· ✝ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ ⸋τὴν γυναῖκα αὐτοῦ⸌ ✝καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ⸀γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἕως τῶν ἑπτά. 27ὕστερον δὲ πάντων ἀπέθανεν ⸆ ἡ γυνή. 28ἐν τῇ ⸂ἀναστάσει οὖν⸃ τίνος ⸉τῶν ἑπτὰ ἔσται⸊ γυνή; πάντες γὰρ ἔσχον αὐτήν· 29Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πλανᾶσθε ✝μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται, ἀλλ’ ὡς ⸁ἄγγελοι ἐν ⸂τῷ οὐρανῷ⸃ εἰσιν. 31περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν ✝οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· 32✝ἐγώ εἰμι ✝ὁ θεὸς Ἀβραὰμ καὶ °ὁ θεὸς Ἰσαὰκ καὶ °ὁ θεὸς Ἰακώβ; ✝οὐκ ἔστιν ⸂[ὁ] θεὸς⸃ νεκρῶν ἀλλὰ ζώντων. 33καὶ ἀκούσαντες οἱ ὄχλοι ✝ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34✽ ✽ ✝Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ⸂ἐπὶ τὸ αὐτό⸃, 35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν °[νομικὸς] πειράζων αὐτόν ⸆· 36διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37⸂ὁ δὲ ἔφη αὐτῷ⸃· ✝ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ °τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ °1τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ⸀διανοίᾳ σου· 38αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή. 39δευτέρα °δὲ ⸂ὁμοία αὐτῇ⸃· ✝ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς °✝ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.
41✽ ✽ ✝Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς 42λέγων· ✝τί ὑμῖν δοκεῖ περὶ ✝τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· τοῦ Δαυίδ. 43λέγει αὐτοῖς ⸆· πῶς οὖν ✝Δαυὶδ ἐν πνεύματι ⸂καλεῖ αὐτὸν κύριον⸃ λέγων·
44✝εἶπεν ⸆ κύριος τῷ κυρίῳ μου·
✝κάθου ἐκ δεξιῶν μου,
✝ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
45εἰ οὖν Δαυὶδ ⸆ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; 46✽ ✝καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ⸀ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 23 ✽ ✽ ✝Τότε ⸂ὁ Ἰησοῦς ἐλάλησεν⸃ τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ 2λέγων· ἐπὶ τῆς ⸉Μωϋσέως καθέδρας⸊ ἐκάθισαν ✝οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. 3πάντα οὖν ✝ὅσα ἐὰν εἴπωσιν ὑμῖν ⸆ ⸂ποιήσατε καὶ τηρεῖτε⸃, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· ✝λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. 4✽ ✝δεσμεύουσιν δὲ φορτία ⸂βαρέα [καὶ δυσβάστακτα]⸃ καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, ⸄αὐτοὶ δὲ τῷ⸅ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. 5✽ ✝πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν γὰρ τὰ ✝φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ ✝κράσπεδα ⸆, 6φιλοῦσιν δὲ ⸂τὴν πρωτοκλισίαν⸃ ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς 7καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββί ⸆.
8✽ Ὑμεῖς δὲ ⸂μὴ κληθῆτε⸃ ῥαββί· ✝εἷς γάρ ἐστιν ὑμῶν ὁ ⸀διδάσκαλος ⸆, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. 9καὶ πατέρα μὴ καλέσητε ⸀ὑμῶν ἐπὶ τῆς γῆς, ✝εἷς γάρ ἐστιν ⸉ὑμῶν ✝ὁ πατὴρ⸊ ὁ ⸁οὐράνιος. 10μηδὲ κληθῆτε καθηγηταί, ⸂ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς⸃ ✝ὁ Χριστός. 11✝ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12✽ ✝ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
13✽ ✝Οὐαὶ °δὲ ὑμῖν, ✝γραμματεῖς καὶ Φαρισαῖοι ✝ὑποκριταί, ὅτι ✝κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ✝ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. ⸆
15✽ Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ⸀ποιῆσαι ἕνα ✝προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν ✝υἱὸν γεέννης διπλότερον ὑμῶν.
16Οὐαὶ ὑμῖν, ✝ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ’ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. 17μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ⸀ἁγιάσας τὸν χρυσόν; 18καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ’ ἂν ὀμόσῃ ✝ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. 19⸆ τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ ✝τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ· 21καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ ⸀κατοικοῦντι αὐτόν, 22καὶ ✝ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23✽ ✝Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ✝ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, ✝τὴν κρίσιν καὶ ⸂τὸ ἔλεος⸃ καὶ τὴν πίστιν· ✝ταῦτα °[δὲ] ἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀ἀφιέναι. 24✽ ✝ὁδηγοὶ τυφλοί, °οἱ ✝διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
25✽ Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ✝καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ⸀ἀκρασίας. 26✝Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου ⸆, ἵνα γένηται καὶ τὸ ἐκτὸς ⸀αὐτοῦ καθαρόν.
27✽ Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ⸀παρομοιάζετε τάφοις ✝κεκονιαμένοις, ⸂οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν⸃ ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. 28οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν ✝φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ✝ὑποκρίσεως καὶ ✝ἀνομίας.
29✽ Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν ✝προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30καὶ λέγετε· εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα ⸂αὐτῶν κοινωνοὶ⸃ ἐν τῷ αἵματι τῶν προφητῶν. 31ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν ✝φονευσάντων τοὺς προφήτας. 32καὶ ὑμεῖς1 ⸀✝πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33✽ ὄφεις, ✝γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
34✽ Διὰ τοῦτο ἰδοὺ ἐγὼ ✝ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ⸆ ✝ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε ⸋καὶ ἐξ αὐτῶν ✝μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν⸌ καὶ ✝διώξετε ἀπὸ πόλεως εἰς πόλιν· 35ὅπως ✝ἔλθῃ ἐφ’ ὑμᾶς πᾶν ✝αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ ✝αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ ✝αἵματος ✝Ζαχαρίου ⸋υἱοῦ Βαραχίου⸌, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36ἀμὴν λέγω ὑμῖν, ἥξει ⸉ταῦτα πάντα⸊ ἐπὶ τὴν ✝γενεὰν ταύτην.
37✽ ✝Ἰερουσαλὴμ Ἰερουσαλήμ, ✝ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ ✝λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς ⸀αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ✝ὃν τρόπον ⸉ὄρνις ἐπισυνάγει⸊ τὰ νοσσία ⸁αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ ✝οὐκ ἠθελήσατε. 38ἰδοὺ ✝ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν °ἔρημος. 39λέγω γὰρ ὑμῖν, ✝οὐ μή με ἴδητε ✝ἀπ’ ἄρτι ἕως ἂν εἴπητε·
✝εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 24 ✽ ✝Καὶ ✝ἐξελθὼν ὁ Ἰησοῦς ⸂ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο⸃, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. 2ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, ✝οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
3✽ ✽ ✝Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ✝ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν, ✝πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον τῆς σῆς ✝παρουσίας καὶ ⸆ ✝συντελείας τοῦ αἰῶνος;
4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ✝βλέπετε μή τις ὑμᾶς πλανήσῃ· 5✝πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν. 6μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε ✝μὴ θροεῖσθε· ✝δεῖ γὰρ ⸆ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος. 7✝ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται ⸂λιμοὶ καὶ σεισμοὶ⸃ κατὰ τόπους· 8⸉πάντα δὲ ταῦτα⸊ ✝ἀρχὴ ὠδίνων.
9✽ ✝Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ ⸂✝πάντων τῶν ἐθνῶν⸃ ✝διὰ τὸ ὄνομά μου. 10✽ ✝καὶ τότε ✝σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν ⸂καὶ μισήσουσιν ἀλλήλους⸃· 11καὶ πολλοὶ ✝ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· 12καὶ ✝διὰ τὸ πληθυνθῆναι τὴν ✝ἀνομίαν ✝ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. 13✝ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. 14✽ καὶ ✝κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον ⸋τῆς βασιλείας⸌ ✝ἐν ὅλῃ τῇ οἰκουμένῃ ✝εἰς μαρτύριον ✝πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
15✽ ✝Ὅταν οὖν ἴδητε ✝τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ✝ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, 16τότε οἱ ἐν τῇ Ἰουδαίᾳ ✝φευγέτωσαν ⸀εἰς τὰ ὄρη, 17✽ ✝ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω ἆραι ⸁τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, 18καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιον⸃ αὐτοῦ. 19✽ ✝οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς ⸀θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
20✽ προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ ⸀σαββάτῳ. 21✽ ἔσται γὰρ τότε ✝θλῖψις μεγάλη ✝οἵα ⸂οὐ γέγονεν⸃ ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν ⸄οὐδ’ οὐ⸅ μὴ γένηται. 22✽ καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ✝ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
23✽ Τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ χριστός, ἤ· ὧδε, μὴ πιστεύσητε· 24✽ ἐγερθήσονται γὰρ ✝ψευδόχριστοι καὶ ✝ψευδοπροφῆται καὶ ✝δώσουσιν σημεῖα ⸂μεγάλα καὶ τέρατα⸃ ὥστε ⸀✝πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ✝ἐκλεκτούς. 25✽ ἰδοὺ ✝προείρηκα ὑμῖν. 26✝ἐὰν οὖν εἴπωσιν ὑμῖν· ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· 27✽ ✝ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ ⸀φαίνεται ἕως δυσμῶν, ✝οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 28✽ ✝ὅπου ⸆ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29✽ ✝Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων
✝ὁ ἥλιος σκοτισθήσεται,
καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
καὶ οἱ ✝ἀστέρες πεσοῦνται ⸀ἀπὸ τοῦ οὐρανοῦ,
καὶ ✝αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
30καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ⸂ἐν οὐρανῷ⸃, ✽ καὶ ⸄τότε κόψονται⸅ ✝πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ✝ὄψονται ✝τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· 31καὶ ✝ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ✝σάλπιγγος ⸆ μεγάλης, καὶ ✝ἐπισυνάξουσιν τοὺς ✝ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ✝ἀπ’ ἄκρων ⸇ οὐρανῶν ἕως °[τῶν] ἄκρων αὐτῶν. ⸆1 32✝Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· 33οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸉πάντα ταῦτα⸊, γινώσκετε ✝ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34ἀμὴν λέγω ὑμῖν °ὅτι οὐ μὴ παρέλθῃ ✝ἡ γενεὰ αὕτη ἕως °1ἂν ⸂πάντα ταῦτα⸃ γένηται. 35⸋✝Ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν⸌.
36✽ ✽ ✝Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν ⸋οὐδὲ ὁ υἱός⸌, εἰ μὴ ὁ πατὴρ ⸆ μόνος.
37✽ ✝Ὥσπερ ⸀γὰρ ✝αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ⸆ ἡ ✝παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38⸀ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ⸁[ἐκείναις] ταῖς πρὸ τοῦ ✝κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸀1γαμίζοντες, ἄχρι ἧς ἡμέρας ✝εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται °[καὶ] ἡ ✝παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40✽ Τότε ⸉δύο ἔσονται⸊ ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· 41δύο ἀλήθουσαι ἐν τῷ ⸀μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται ⸆.
42✽ ✝Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ⸀ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. 43✽ ✝Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ ✝κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν ⸀διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. 44διὰ τοῦτο καὶ ὑμεῖς ✝γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45✽ Τίς ἄρα ἐστὶν ὁ ✝πιστὸς δοῦλος καὶ ✝φρόνιμος ὃν ✝κατέστησεν ὁ κύριος ⸆ ἐπὶ τῆς ⸀οἰκετείας αὐτοῦ τοῦ ✝δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46✽ μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸉οὕτως ποιοῦντα⸊· 47ἀμὴν λέγω ὑμῖν ὅτι ✝ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48✽ ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος °ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· ✝χρονίζει ⸂μου ὁ κύριος⸃, 49καὶ ἄρξηται ✝τύπτειν τοὺς συνδούλους αὐτοῦ, ✝ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, 50✝ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, 51καὶ ✝διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ✝ὑποκριτῶν θήσει· ✝ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.