Читать книгу Novum Testamentum Graece (Nestle-Aland) - Группа авторов, Nestle-Aland - Страница 90
ОглавлениеΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 25 ✽ ✽ Τότε ✝ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν ✝δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ⸀ἑαυτῶν ἐξῆλθον εἰς ⸁✝ὑπάντησιν ⸂τοῦ νυμφίου⸃. 2πέντε δὲ ἐξ αὐτῶν ἦσαν ✝μωραὶ καὶ πέντε ✝φρόνιμοι. 3αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας ⸀αὐτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον ⸆. 4αἱ δὲ ✝φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις ⸆ μετὰ τῶν λαμπάδων ⸀ἑαυτῶν. 5✝χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ✝ἐκάθευδον. 6✝μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος, ⸀ἐξέρχεσθε εἰς ⸂✝ἀπάντησιν [αὐτοῦ]⸃. 7τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ⸀ἑαυτῶν. 8αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι ✝αἱ λαμπάδες ἡμῶν σβέννυνται. 9ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε ⸂οὐ μὴ⸃ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ ✝αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. 11ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· ✝κύριε κύριε, ἄνοιξον ἡμῖν. 12ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, ✝οὐκ οἶδα ὑμᾶς. 13✝Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ⸆.
14✽ ✽ ✝Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 15✽ καὶ ✝ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν⸂. εὐθέως 16πορευθεὶς⸃ ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ⸀ἐκέρδησεν ἄλλα πέντε ⸆· 17ὡσαύτως ⸆ ὁ τὰ δύο ⸀ἐκέρδησεν ἄλλα δύο. 18ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ⸀γῆν καὶ ⸁ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 19Μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ ✝συναίρει λόγον μετ’ αὐτῶν. 20καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ⸀ἐκέρδησα. 21✝ἔφη ⸆ αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ⸀✝ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 22Προσελθὼν °[δὲ] καὶ ὁ τὰ δύο τάλαντα ⸆ εἶπεν· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ⸀ἐκέρδησα. 23✝ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ⸀ἐπὶ ὀλίγα ⸉ἦς πιστός⸊, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 24Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· κύριε, ἔγνων °σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, ✝θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ⸀ὅθεν οὐ διεσκόρπισας, 25καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 26Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; 27ἔδει ⸉σε οὖν⸊ βαλεῖν ⸂τὰ ἀργύριά⸃ μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28ἄρατε οὖν ἀπ’ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ ⸀δέκα τάλαντα· 29✽ ✝Τῷ γὰρ ἔχοντι °παντὶ δοθήσεται καὶ περισσευθήσεται, τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ⸀ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. ⸆ 30✽ καὶ τὸν ✝ἀχρεῖον δοῦλον ✝ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
31✽ ✽ Ὅταν δὲ ✝ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ ✝καὶ πάντες οἱ ⸆ ἄγγελοι μετ’ αὐτοῦ, τότε ✝καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 32καὶ ⸀συναχθήσονται ἔμπροσθεν αὐτοῦ ✝πάντα τὰ ἔθνη, καὶ ✝ἀφορίσει αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 33καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν °αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων ⸆. 34Τότε ἐρεῖ ✝ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ✝ἀπὸ καταβολῆς κόσμου. 35✝ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ✝ἐποτίσατέ με, ξένος ἤμην καὶ ✝συνηγάγετέ με, 36γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ✝ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. 37τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; 38πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; 39πότε δέ σε εἴδομεν ⸀ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; 40καὶ ἀποκριθεὶς ✝ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ✝ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων ⸋✝τῶν ἀδελφῶν μου⸌ τῶν ✝ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· ✝πορεύεσθε ἀπ’ ἐμοῦ °[οἱ] κατηραμένοι εἰς ✝τὸ πῦρ τὸ αἰώνιον ⸂τὸ ἡτοιμασμένον⸃ ✝τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42✝ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ⸆ ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, 43ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, ⸆ γυμνὸς ⸇ καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. 44τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; 45τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων ✝τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46καὶ ✝ἀπελεύσονται οὗτοι εἰς ⸀κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ✝ζωὴν αἰώνιον.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 26 ✝Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς ✝πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς ⸋αὐτοῦ· 2✽ ✝οἴδατε⸌ ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται ✝εἰς τὸ σταυρωθῆναι.
3✽ Τότε συνήχθησαν ✝οἱ ἀρχιερεῖς ⸆ καὶ οἱ πρεσβύτεροι ⸋τοῦ λαοῦ⸌ εἰς τὴν ✝αὐλὴν ✝τοῦ ἀρχιερέως τοῦ λεγομένου ⸀Καϊάφα 4καὶ ✝συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· 5ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6✽ ✽ ✝Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7✝προσῆλθεν αὐτῷ γυνὴ ⸉ἔχουσα ἀλάβαστρον μύρου⸊ ⸀βαρυτίμου καὶ κατέχεεν ἐπὶ ⸂τῆς κεφαλῆς⸃ αὐτοῦ ἀνακειμένου. 8ἰδόντες δὲ οἱ μαθηταὶ ⸆ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη; 9ἐδύνατο γὰρ τοῦτο ⸆ πραθῆναι πολλοῦ καὶ δοθῆναι ⸇ πτωχοῖς. 10✝Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί ✝κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· 11✝πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ✝ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· 12✽ βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν ✝κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, ✝λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14✽ ✝Τότε πορευθεὶς ✝εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας ⸀Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς 15⸀εἶπεν· τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν1; οἱ δὲ ἔστησαν αὐτῷ ✝τριάκοντα ⸁ἀργύρια. 16καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ ⸆.
17✽ ✝Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18✝ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ⸋ὁ διδάσκαλος λέγει·⸌ ὁ καιρός μου ἐγγύς ἐστιν, πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19καὶ ✝ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς καὶ ἡτοίμασαν τὸ πάσχα.
20✽ ✝Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα ⸆. 21καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν °ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22✽ καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν °αὐτῷ ⸂εἷς ἕκαστος⸃· μήτι ἐγώ εἰμι, κύριε; 23✽ ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας ⸉μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ⸊ οὗτός με παραδώσει. 24ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, ✝οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· ✝✽ καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25✽ ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ ⸆· ✝σὺ εἶπας.
26✽ ✽ ⸉✝Ἐσθιόντων δὲ αὐτῶν⸊ ✝λαβὼν ὁ Ἰησοῦς ⸆ ἄρτον ⸂καὶ εὐλογήσας⸃ ἔκλασεν καὶ ⸄δοὺς τοῖς μαθηταῖς⸅ εἶπεν· λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. 27✽ καὶ λαβὼν ⸆ ποτήριον °καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες, 28τοῦτο γάρ ἐστιν ✝τὸ αἷμά μου ⸆ τῆς ⸇ διαθήκης τὸ ✝περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29λέγω δὲ ὑμῖν, ⸆ οὐ μὴ πίω ✝ἀπ’ ἄρτι ἐκ ⸂τούτου τοῦ⸃ γενήματος τῆς ἀμπέλου ✝ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ ⸀πίνω ⸉μεθ’ ὑμῶν καινὸν⸊ ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30✽ ✝Καὶ ✝ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
31✽ ✝Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· πάντες ὑμεῖς ✝σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, ✽ γέγραπται γάρ·
✝πατάξω τὸν ποιμένα,
καὶ ⸀✝διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.
32✝μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33✽ ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν °αὐτῷ· εἰ πάντες ✝σκανδαλισθήσονται ⸂ἐν σοί, ἐγὼ⸃ οὐδέποτε σκανδαλισθήσομαι. 34ἔφη αὐτῷ ⸆ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι °ἐν ταύτῃ τῇ νυκτὶ ✝πρὶν ⸂ἀλέκτορα φωνῆσαι⸃ ⸄τρὶς ἀπαρνήσῃ με⸅. 35✽ λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως ⸀καὶ πάντες οἱ μαθηταὶ εἶπαν.
36✽ ✝Τότε ἔρχεται ⸉μετ’ αὐτῶν ὁ Ἰησοῦς⸊ εἰς χωρίον λεγόμενον Γεθσημανὶ ✽ καὶ λέγει ⸂τοῖς μαθηταῖς⸃· καθίσατε ⸀αὐτοῦ ἕως ⸁[οὗ] ἀπελθὼν ⸄ἐκεῖ προσεύξωμαι⸅. 37καὶ ✝παραλαβὼν τὸν Πέτρον καὶ ✝τοὺς δύο υἱοὺς Ζεβεδαίου ✝ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38✽ τότε λέγει αὐτοῖς· ✝περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ⸆ ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ. 39✽ Καὶ ⸀προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ °μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ ✝τὸ ποτήριον τοῦτο· ✽ πλὴν ✝οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ. ⸆ 40✽ καὶ ἔρχεται πρὸς ⸂τοὺς μαθητὰς⸃ καὶ εὑρίσκει αὐτοὺς ✝καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; 41✝γρηγορεῖτε ✝καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς ✝πειρασμόν· ✽ τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. 42✽ Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο °λέγων· πάτερ °1μου, εἰ οὐ δύναται ⸀τοῦτο παρελθεῖν ⸆ ἐὰν μὴ αὐτὸ πίω, ✝γενηθήτω τὸ θέλημά σου. 43καὶ ἐλθὼν ⸂πάλιν εὗρεν αὐτοὺς⸃ καθεύδοντας, ✝ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44Καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν1 ἀπελθὼν ✝προσηύξατο⸃ ⸋ἐκ τρίτου⸌ τὸν αὐτὸν λόγον εἰπὼν2 °πάλιν3. 45✽ τότε ἔρχεται πρὸς τοὺς μαθητὰς ⸆ καὶ λέγει αὐτοῖς· καθεύδετε °[τὸ] λοιπὸν καὶ ἀναπαύεσθε· ⸂ἰδοὺ ✝ἤγγικεν⸃ ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46✝ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
47✽ ✽ ✝Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ✝Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ✝ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48✽ ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ✝ὃν ἂν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτόν. 49καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν ⸆· ⸋✝χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν. 50ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ·⸌ ⸉✝ἑταῖρε, ἐφ’ ὃ πάρει⸊. τότε προσελθόντες ✝ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51✽ Καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψον ⸂τὴν μάχαιράν ✝σου⸃ εἰς τὸν τόπον αὐτῆς· ✽ πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ⸀ἀπολοῦνται. 53ἢ ✝δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ ✝παραστήσει μοι ⸆ ⸈ἄρτι ⸀πλείω ⸇ δώδεκα ⸂λεγιῶνας ἀγγέλων⸃; 54πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως ✝δεῖ γενέσθαι; 55✽ Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; ✝καθ’ ἡμέραν ⸆ ⸂ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων⸃ καὶ οὐκ ἐκρατήσατέ με. 56✽ ✝τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε ✝οἱ μαθηταὶ ⸆ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57✽ ✝Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς ⸀Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58✽ ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ °ἀπὸ μακρόθεν ἕως ✝τῆς αὐλῆς τοῦ ἀρχιερέως καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59✽ Οἱ δὲ ἀρχιερεῖς ⸆ καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ✝ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως ⸂αὐτὸν θανατώσωσιν⸃, 60καὶ οὐχ εὗρον ⸆ πολλῶν ⸂προσελθόντων ψευδομαρτύρων⸃ ⸇. ✽ ὕστερον δὲ προσελθόντες ✝δύο ⸆1 61εἶπαν· οὗτος ἔφη· ✝δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν ⸀οἰκοδομῆσαι. 62καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ τί οὗτοί σου καταμαρτυροῦσιν; 63ὁ δὲ Ἰησοῦς ✝ἐσιώπα. καὶ ⸆ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ⸀✝ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ✝ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ⸇. 64λέγει αὐτῷ ὁ Ἰησοῦς· ✝σὺ εἶπας. ✽ πλὴν λέγω ὑμῖν· ✝ἀπ’ ἄρτι ✝ὄψεσθε τὸν ✝υἱὸν τοῦ ἀνθρώπου ✝καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65✽ Τότε ✝ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· ⸆ ✝ἐβλασφήμησεν· ✽ τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν ⸇· 66✝τί ὑμῖν δοκεῖ; οἱ δὲ ⸀ἀποκριθέντες εἶπαν· ✝ἔνοχος θανάτου ἐστίν.
67✽ Τότε ✝ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν ⸆ 68λέγοντες· ✝προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69✽ ✽ ✝Ὁ δὲ Πέτρος ⸂ἐκάθητο ἔξω⸃ ✝ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ ⸀Γαλιλαίου. 70ὁ δὲ ἠρνήσατο ἔμπροσθεν ⸀πάντων λέγων· οὐκ οἶδα τί λέγεις ⸆. 71✽ ⸂Ἐξελθόντα δὲ⸃ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη ⸆ καὶ λέγει ⸀τοῖς ἐκεῖ· ⸇ οὗτος ἦν μετὰ Ἰησοῦ ✝τοῦ Ναζωραίου. 72καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ⸀ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. 73Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς ⸋καὶ σὺ⸌ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ⸆ ἡ λαλιά σου ⸂δῆλόν σε ποιεῖ⸃. 74τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
75✽ καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ⸆ ὅτι ✝πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 27 ✽ ✝Πρωΐας δὲ γενομένης ✝συμβούλιον ⸀ἔλαβον πάντες ✝οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2✽ καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ ✝παρέδωκαν ⸆ ⸇ Πιλάτῳ τῷ ἡγεμόνι.
3✽ ✽ ✝Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ⸁ἔστρεψεν ✝τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ ⸆ πρεσβυτέροις 4λέγων· ἥμαρτον παραδοὺς ✝αἷμα ⸀ἀθῷον. οἱ δὲ εἶπαν· τί πρὸς ἡμᾶς; ✝σὺ ὄψῃ. 5καὶ ῥίψας τὰ ⸆ ἀργύρια ⸂εἰς τὸν ναὸν⸃ ἀνεχώρησεν, καὶ ἀπελθὼν ✝ἀπήγξατο. 6Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν ⸀✝κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. 7συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. 8διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ✝ἕως τῆς σήμερον. 9τότε ✝ἐπληρώθη τὸ ῥηθὲν διὰ ⸀Ἰερεμίου τοῦ προφήτου λέγοντος· ✝καὶ ἔλαβον ✝τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10καὶ ⸀ἔδωκαν αὐτὰ εἰς τὸν ✝ἀγρὸν τοῦ ✝κεραμέως, ✝καθὰ συνέταξέν μοι κύριος.
11✽ ✝Ὁ δὲ Ἰησοῦς ⸀ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ⸋ὁ ἡγεμὼν⸌ λέγων· σὺ εἶ ✝ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη ⸆· ✝σὺ λέγεις. 12✽ καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων ✝οὐδὲν ἀπεκρίνατο. 13τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; 14καὶ ✝οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε ✝θαυμάζειν τὸν ἡγεμόνα λίαν.
15✽ ✝Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16✽ εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον °[Ἰησοῦν] Βαραββᾶν ⸆. 17συνηγμένων ⸀οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν, ⸂[Ἰησοῦν τὸν] Βαραββᾶν⸃ ἢ ✝Ἰησοῦν τὸν λεγόμενον χριστόν; 18ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19✽ ✝Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ ✝δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον ✝κατ’ ὄναρ δι’ αὐτόν.
20✽ Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· °τὸν Βαραββᾶν. 22✽ λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ⸀ποιήσω ✝Ἰησοῦν τὸν λεγόμενον χριστόν; λέγουσιν ⸆ πάντες· σταυρωθήτω. 23⸂ὁ δὲ ἔφη⸃· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω.
24✽ ✝Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, ✝λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ⸀ἀπέναντι τοῦ ⸁ὄχλου λέγων· ✝ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος ⸀1τούτου· ὑμεῖς ὄψεσθε. 25καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· ✝τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26✽ τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ✝φραγελλώσας παρέδωκεν ⸆ ἵνα ⸀σταυρωθῇ.
27✽ ✝Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ’ αὐτὸν ὅλην τὴν σπεῖραν. 28✝καὶ ⸀ἐκδύσαντες αὐτὸν ⸆ χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, 29καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ⸂ἐπὶ τῆς κεφαλῆς⸃ αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ⸀✝ἐνέπαιξαν αὐτῷ λέγοντες· ✝χαῖρε, ⸁✝βασιλεῦ τῶν Ἰουδαίων, 30✽ καὶ ✝ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31Καὶ ὅτε ✝ἐνέπαιξαν αὐτῷ, ⸀ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα °καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ ✝σταυρῶσαι. 32✽ ✝Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ⸆ ὀνόματι Σίμωνα, τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
33✽ ✝Καὶ ἐλθόντες εἰς ⸆ τόπον ⸆ λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν ⸂Κρανίου Τόπος λεγόμενος⸃, 34✽ ✝ἔδωκαν αὐτῷ πιεῖν ⸀οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ⸁ἠθέλησεν πιεῖν. 35✽ Σταυρώσαντες δὲ αὐτὸν ✝διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ ⸀βάλλοντες κλῆρον ⸆, 36καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37✽ Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην·
οὗτός ἐστιν Ἰησοῦς ✝ὁ βασιλεὺς τῶν Ἰουδαίων.
38✽ ✝Τότε ✝σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν ⸆ καὶ εἷς ἐξ εὐωνύμων ⸇. 39✽ Οἱ δὲ παραπορευόμενοι ✝ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40καὶ λέγοντες· ✝ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, ✝εἰ υἱὸς ⸂εἶ τοῦ θεοῦ⸃, °[καὶ] κατάβηθι ἀπὸ τοῦ σταυροῦ. 41✽ ὁμοίως ⸀καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων ⸂καὶ πρεσβυτέρων⸃ ἔλεγον· 42✝ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ⸆ ✝βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ ⸀πιστεύσομεν ⸂ἐπ’ αὐτόν⸃. 43⸆ ✝πέποιθεν ἐπὶ ⸂τὸν θεόν⸃, ῥυσάσθω ⸀νῦν εἰ θέλει αὐτόν· ✝εἶπεν γὰρ ὅτι θεοῦ εἰμι υἱός. 44✽ ✝Τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ ⸀συσταυρωθέντες ⸂σὺν αὐτῷ⸃ ὠνείδιζον αὐτόν.
45✽ ✝Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ⸂ἐπὶ πᾶσαν τὴν γῆν⸃ ἕως ὥρας ἐνάτης. 46✽ περὶ δὲ τὴν ἐνάτην ὥραν ⸀ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων·
τοῦτ’ ἔστιν· θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; 47τινὲς δὲ τῶν ἐκεῖ ⸀ἑστηκότων ἀκούσαντες ἔλεγον °ὅτι Ἠλίαν φωνεῖ οὗτος. 48✽ καὶ εὐθέως δραμὼν εἷς ⸋ἐξ αὐτῶν⸌ καὶ ✝λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49οἱ δὲ λοιποὶ ⸀ἔλεγον· ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. ⸆ 50✽ ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα.
51✽ Καὶ ἰδοὺ ✝τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ⸂ἀπ’ ἄνωθεν ἕως κάτω εἰς δύο⸃ ✽ καὶ ἡ γῆ ἐσείσθη καὶ αἱ πέτραι ἐσχίσθησαν, 52καὶ ✝τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ⸀ἠγέρθησαν, 53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ✝ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
54✽ Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸀γενόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες· ἀληθῶς ⸂✝θεοῦ υἱὸς ἦν⸃ οὗτος.
55✽ ✝Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56ἐν αἷς ἦν ⸀✝Μαρία ἡ Μαγδαληνὴ καὶ ⸁Μαρία ἡ τοῦ Ἰακώβου καὶ ⸂Ἰωσὴφ μήτηρ καὶ ✝ἡ μήτηρ⸃ τῶν υἱῶν Ζεβεδαίου.
57✽ ✽ ✝Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ⸀✝ἐμαθητεύθη τῷ Ἰησοῦ· 58✝οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι ⸆. 59✽ ✝Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ °[ἐν] σινδόνι καθαρᾷ 60καὶ ἔθηκεν °αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ καὶ ✝προσκυλίσας ✝λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61✽ Ἦν δὲ ἐκεῖ ⸀Μαριὰμ ✝ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.
62✽ Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν ✝οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63λέγοντες· κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ ✝πλάνος ✝εἶπεν ἔτι ζῶν· μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. 64κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες ✝οἱ μαθηταὶ °αὐτοῦ ⸂κλέψωσιν αὐτὸν⸃ καὶ εἴπωσιν τῷ λαῷ· ✝ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ✝ἔσται ἡ ἐσχάτη ✝πλάνη χείρων τῆς πρώτης. 65ἔφη ⸆ αὐτοῖς ὁ Πιλᾶτος· ἔχετε ⸀✝κουστωδίαν· ὑπάγετε ⸁ἀσφαλίσασθε ὡς οἴδατε. 66οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον ✝σφραγίσαντες τὸν λίθον μετὰ ⸂τῆς κουστωδίας⸃.
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 28 ✽ ✝Ὀψὲ °δὲ σαββάτων1, τῇ ἐπιφωσκούσῃ εἰς ✝μίαν σαββάτων ἦλθεν ⸀✝Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη ⸁Μαρία θεωρῆσαι τὸν τάφον. 2✝καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ °καὶ προσελθὼν ✝ἀπεκύλισεν τὸν λίθον ⸆ καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. 3ἦν δὲ ἡ ⸀εἰδέα αὐτοῦ ✝ὡς ἀστραπὴ καὶ ✝τὸ ἔνδυμα αὐτοῦ λευκὸν ⸁✝ὡς χιών. 4ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ⸀ἐγενήθησαν ⸁✝ὡς νεκροί. 5✽ Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· ✝μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· 6οὐκ ἔστιν ὧδε, ✝ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ⸆. 7καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ✝ἠγέρθη ⸋ἀπὸ τῶν νεκρῶν⸌, καὶ ἰδοὺ ✝προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν.
8✽ Καὶ ⸀ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. 9✽ ⸆ ✝καὶ ἰδοὺ ⸇ Ἰησοῦς ⸀ὑπήντησεν αὐταῖς λέγων· ✝χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ ✝προσεκύνησαν αὐτῷ. 10τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· ✝μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε ✝τοῖς ⸂ἀδελφοῖς μου⸃ ἵνα ✝ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ⸀ὄψονται.
11Πορευομένων δὲ αὐτῶν ἰδού ✝τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ⸀ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13λέγοντες· εἴπατε ὅτι ✝οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. 14καὶ ἐὰν ἀκουσθῇ τοῦτο ⸀ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν °[αὐτὸν] καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. 15✝οἱ δὲ λαβόντες °τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ ⸀διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις ✝μέχρι τῆς σήμερον °1[ἡμέρας].
16✝Οἱ δὲ ἕνδεκα μαθηταὶ ✝ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ✝ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, 17καὶ ἰδόντες αὐτὸν ✝προσεκύνησαν ⸆, οἱ δὲ ✝ἐδίστασαν. 18καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ✝ἐδόθη μοι πᾶσα ✝ἐξουσία ἐν ⸀οὐρανῷ καὶ ἐπὶ °[τῆς] γῆς. ⸆ 19✝πορευθέντες ⸀οὖν ✝μαθητεύσατε ✝πάντα τὰ ἔθνη, ⸁✝βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, 20✝διδάσκοντες αὐτοὺς τηρεῖν ✝πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ✝ἐγὼ ⸉μεθ’ ὑμῶν εἰμι⸊ πάσας τὰς ἡμέρας ἕως τῆς ✝συντελείας τοῦ αἰῶνος. ⸆