| Capita sacrosanctae fidei 1525 | | ΚΕΦΑΛΑΙΑ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ |
| | | προσφωνηθέντα τοῖς παιδίοις |
| | | |
| Δεῦτε φίλοι παῖδες θείων ἀδαήμονες ἔργων, | | Δεῦτε φίλοι παῖδες θείων ἀδαήμονες ἔργων, |
| ὧν τε κακῇς ἀπάτῇς κοσμοῦ φρένες ἠερέδονται. | | ὧν τε κακαῖς ἀπάταις κόσμου φρένες ἠερέθονται. |
| αἰεὶ γὰρ θνητοῖς θυμῷ φίλον αἴσυλα ῥέζειν, | | αἰεὶ γὰρ θνητοῖς θυμῷ φίλον αἴσυλα ῥέζειν, |
| τῶν δ’ ἀπὸ οὐρανίων μάθετ’ ἄσματα θέσκελα μύθων· | | τῶν δ’ ἄπ’ ἐπουρανίων μάθετ’ ἄσματα θέσκελα μύθων· |
5 | ὔμμε γάρ ἐστι μάλιστα δέον ταῦτ’ εἰδέν’ ἅπαντα | 5 | ὔμμε γάρ ἐστι μάλιστα δέον ταῦτ’ εἰδέν’ ἅπαντα |
| οἷσιν ἔνι ζωὴν εὑρήσετε αἰὲν ἐοῦσαν, | | πρωθήβους θ’ ἁπαλούς θ’, οὓς οὔπω ὀνείδε’ ὄνοσσαν |
| οὕς τε θεὸς φιλέει, καὶ κήδεται ἔξοχα ἄλλων | | οὕς τε θεὸς φιλέει, καὶ κήδεται ἔξοχα ἄλλων, |
| | | τοῖσι δ’ ἔνι ζωὴν εὑρήσε<σθ’> ἄφθιτον αἰεί, |
| | | ἄφθιτον ἀθάνατον, μεγάλου δώρημα θεοῖο. |
| τὸν δ’ ἄρ’ ἀμειβόμενοι σφετέρῳ τάδε θέσθ’ ἐνὶ θυμῷ, | 10 | τὸν δ’ ἄρ’ ἀμειβόμενοι σφετέρῳ τάδε θέσθ’ ἐνὶ θυμῷ, |
| πατρὸς ἐφημοσύνῃ θείας γνωρίσματα βουλῆς | | πατρὸς ἐφημοσύνῃ θείας γνωρίσματα βουλῆς, |
10 | ἧς τε ἄπ’ ἐκγεγάασθ’ ὑμέων φίλα τέκνα γονήων | | ἧς τε ἄπ’ ἐκγεγάασθ’ ὑμέων φίλα τέκνα γονήων |
| ἧς τε ἄπ’ ἐν ζωοῖσιν ἀρούρης καρπὸν ἔδεσθε. | | ἧς τε ἄπ’ ἐν ζωοῖσιν ἀρούρης καρπὸν ἔδεσθε. |
| πρῶτον δ’ οὖν γαῖάν τε καὶ οὐρανὸν εὐρὺν ὕπερθεν | | πρῶτον δὴ γαῖάν τε καὶ οὐρανὸν εὐρὺν ὕπερθεν |
| τούς τε κατειβομένους ποταμοὺς καὶ κῦμα θαλάσσης | 15 | τούς τε κατειβομένους ποταμοὺς καὶ κῦμα θαλάσσης |
| ἀνθρώπων τε γένος καὶ θηρία γαῖαν ἔχοντες | | ἀνθρώπων τε γένος καὶ θηρία γαῖαν ἔχοντα |
15 | αἰθέρος οἰωνούς τε καὶ ὕδατος ἰχθύες ἐντὸς | | αἰθέρος οἰωνούς τε καὶ ὕδατος ἰχθύας ἐντὸς |
| ᾧ ἔπε’ ἀϊδίῳ θεός ἐστιν ὁ πάντα τελέσσας. | | ᾧ ἔπε’ ἀϊδίῳ θεός ἐστιν ὁ πάντα τελέσσας. |
| καὶ νῦν ποιηθέντα μόνος τάδε πάντα διοικεῖ, | | καὶ νῦν ποιηθέντα μόνος τάδε πάντα διοικεῖ, |
| οὐδ’ αὕτως τε ἐᾷ χωρεῖν εἰκῇ τε φέρεσθαι | 20 | οὐδ’ αὕτως τε ἐᾷ χωρεῖν εἰκῇ τε φέρεσθαι |
| ἢ ἄλλους τινὰς ἰθύνειν, νῆ’ ὡς ἐνὶ πόντῳ | | ἢ ἄλλους τινὰς ἰθύνειν, νῆ’ ὡς ἐνὶ πόντῳ |
20 | μαψιδίως ἐφορῶν ἀπὸ βηλοῦ θεσπεσίοιο. | | μαψιδίως ἐφορῶν ἀπὸ βηλοῦ θεσπεσίοιο. |
| αὐτὸς δ’ αἰὲν ἐφεστήκει, αὐτός τε κυβερνᾷ | | αὐτὸς δ’ αἰὲν ἐφεστήκει, αὐτός τε κυβερνᾷ |
| οἴακα χερσὶν ἔχων, οὐδὲ γλυκὺν ὄμμασιν ὕπνον | | οἴακα χερσὶν ἔχων, οὐδὲ γλυκὺν ὄμμασιν ὕπνον |
| δεξάμενός ποτ’ ἀπειρηκώς, δύναται γὰρ ἅπαντα. | 25 | δεξάμενός ποτ’ ἀπειρηκώς, δύναται γὰρ ἅπαντα. |
| οὐδ’ ἄρα χαλκείου πτύχες οὐρανοῦ ἐννέα πᾶσαι | | οὐδ’ ἄρα χαλκείου πτύχες οὐρανοῦ ἐννέα πᾶσαι |
25 | ἣν ὁδὸν ἐξάνυον προκυλινδόμεν’ ἔνθα καὶ ἔνθα, | | ἣν ὁδὸν ἐξάνυον προκυλινδόμεν’ ἔνθα καὶ ἔνθα, |
| εἰ μὴ ὁ τοῦ τε νόος καί χεὶρ κρατέρ’ ἦγε ποιητοῦ. | | εἰ μὴ ὁ τοῦ τε νόος καί χεὶρ κρατέρ’ ἦγε ποιητοῦ. |
| οὐδ’ ἐνὶ γῆς ἐρατοῖς ἄνθη καὶ λήια κόλποις | | οὐδ’ ἐνὶ γῆς ἐρατοῖς ἄνθη καὶ λήια κόλποις |
| θῆλεν ἂν ἐμμαπέως, εἰ μὴ θεὸς ἦν ὁ φυτεύσας, | 30 | θῆλεν ἂν ἐμμαπέως, εἰ μὴ θεὸς ἦν ὁ φυτεύσας, |
| ἀλλ’ ὅδε πάντα κρατῶν θεὸς ἄμβροτα μήδεα εἰδὼς | | ἀλλ’ ὅδε πάντα κρατῶν θεὸς ἄμβροτα μήδεα εἰδὼς |
30 | οὐ δηλήμων ἐστί, φίλον τέκος, ἀλλ’ ἐλεήμων, | | οὐ δηλήμων ἐστί, φίλον τέκος, ἀλλ’ ἐλεήμων, |
| οὐ<κ> ὀλετήρ, οὐκ ὠμηστής, πιστὸς δὲ καὶ ἐσθλός. | | οὐ<κ> ὀλετήρ, οὐκ ὠμηστής, πιστὸς δὲ καὶ ἐσθλός. |
| | | ὃς γένος ἀνθρώπων ὄφιος ψεύδεσσι πεποιθὸς |
| | 35 | ῥήμασι καὶ σφετέρῃσιν ἀτασθαλίῃσιν ὀλωλὸς |
| | | εἰς βίον ἐξ ὀλέθροιο κατ’ αὖθ’ ὤρθωσ’ ἐλεηθείς, |
| | | οὐδ’ ἠνέσχετ’ ἰδὼν ἐφθαρμένον ἔργον ἑαυτοῦ |
| | | πλάσματος ἀγχιθέοιο, τὸ κείνου χεῖρες ἔκαμνον |
| | | ἔμμεναι ἀθανάτου θεοῦ εἰκόνα, καὶ νόμον ἄλλον |
| | 40 | μηδέν’ ἔχειν ἢ ῥήμαθ’ ἑοῦ κτίστεω ὑπακούειν, |
| | | ὥστε μόν’ αὖτ’ ἔρδειν καὶ μήδεσθαι φρεσὶν ᾗσιν, |
| | | ὅσσα πατὴρ ἐθέλει καὶ βούλεται ἠδ’ ἐκέλευσε. |
| | | τῶν καὶ ἐνὶ κραδίῃ ξύγγραμμα πάροιθεν ἔθηκεν |
| | | καὶ τόδ’ ἀμαυρωθὲν πρὸς ἀπειθείας βροτολοιγοῦ |
| | 45 | αὖθ’ ἀναπλαξὶ νέωσε δυοῖν, ὀνύχεσσι χαράξας |
| | | κεῖν᾿ ἰδίαις προτέροιο νόου ψηφίσματα, μή τις |
| | | ἀγνοίῃ φαίη πρᾶξαι τόδε, τοῦδ’ ἀμελῆσαι. |
| | | τούτων δὴ κεφάλαια κατὰ στόματος προφέρεσθαι |
| | | πόλλακι χρὴ τοὺς παῖδας, ἀπὸ φρενὸς ὧδε λέγοντας. |
| | 50 | παντοκράτωρ θεὸς οὐράνιος προλέγει τάδε πᾶσι. |
| | | αὐτὸς ἐγὼ θεός εἰμι μόνος, καὶ ἀπεκτὸς ἐμεῖο |
| | | οὐδείς ἐστι θεός, σὺ δ’ ἐμοὶ μέμνησο λατρεῦσαι |
| | | μούνῳ, μὴ δὲ παρὲξ θεῖον τοῦδ’ ἄλλο σέβισσε. |
| | | κύριός εἰμι σέθεν. μὴ τοὔνομα βάζε ματαίως |
| | 55 | μὰψ ἐπὶ χείλεσ’ ἑλὼν ἐμὸν οὔνομα αἰὲν ἄχραντον. |
| | | σάββαθ’ ἑορτάζειν ἁγναῖς μνήσθητι χέρεσσι, |
| | | καὶ καθαρᾷ μᾶλλον τηρῶν φρενὶ ἱερὸν ἦμαρ, |
| | | εὐδαίμων δ’ ἐπὶ γῆς ἵν’ ἔῃς πολλούς τ’ ἐνιαυτούς |
| | | ζώῃς μακρόβιος, πεφύλαξο τοκῆας ἀτιμᾶν, |
| | 60 | ἀλλ’ αἰὲν περὶ κῆρι τίειν σπούδασσον, ὅπως καὶ |
| | | εὖ σέο τῶν παίδων πατέρ’ ὀψιγόνων σέ τις ἔρδῃ. |
| | | μὴ φόνον ἐργάζῃ. μοιχείας ἁγνὸς ἔησθα. |
| | | μὴ κλέψῃς. μὴ μαρτυρίαν ψεύδεσσ’ ἐπένεγκον. |
| | | μὴ τοῦ πλησίον ἱμείρῃ<ς> ποτὲ σεῖο γυναικὸς |
| | 65 | ὄμμασι κιβδήλοισιν ὁρῶν καὶ ἐπίφρονι θυμῷ |
| | | ἐγκισσῶν, μήδ’ αὖτ’ ἐθέλῃς πάντων τι γενέσθαι |
| | | σοὶ κείνων, θεὸς ὅσσα τεῷ ποτ’ ἔδωκε πολίτῃ· |
| | | οὐ δόμον, οὐκ ἀγρούς, βοῦν, παιδίσκην, θεράποντα. |
| | | πάντων γὰρ πρώτιστα κακῶν ἐπιθυμίη ἐστί. |
| | 70 | καὶ κατὰ δὴ τάδε τηρηθέντα κριτὴς θεὸς ἔσται |
| | | ἡμεῖς δ’ οἱ τάλανες κενεοφροσύνῃσι νόοιο |
| | | τυφλοὶ καὶ χωλοὶ μήτ’ εἰς καλὸν αὔτ’ ἀτενίσσαι |
| | | μήτε τρέχειν δυνάμεσθ’ ἀρετῆς ὁδὸν ὀρθοκέλευθον. |
| | | ἀλλ’ ἡμῖν εὖ βούλεθ’ ὁμῶς ὅδε καίπερ ἀλιτροῖς, |
| | 75 | εἰ μὲν ἀποστρεφόμεσθα κακοῦ μετὰ δ’ αὖ μελόμεσθα |
| | | ὅττι θεοῦ πρότερον σαρκὸς τιθέμεσθα θέλημα, |
| | | συγγνώμην τ’, ἀγαθὸς μεταποιεῖται νοέουσι. |
| | | οὐ γάρ φησι βροτῶν ἐθέλειν μόρον, ἀλλ’ ἵνα πάντες |
| | | ἀϊδίου μετέχωσι βίου ζώοντες ἄμεινον. |
| ταῦτ’ ἄρα τοι ξύνες ἠδὲ τεῷ ἐνὶ κάτθεο θυμῷ, | 80 | ταῦτ’ ἄρα τοι ξύνες ἠδὲ τεῷ ἐνὶ κάτθεο θυμῷ, |
| μηδέ τ’ ἄχος μελέτω σῇσι_φρεσί μηδέ τι τάρβος, | | μηδέ τ’ ἄχος μελέτω σῇσιν φρεσί μηδέ τι τάρβος, |
| ἔλπεο δ’ ἐκφυγέειν τε κακὸν καὶ βέλτιον εὑρεῖν. | | ἔλπεο δ’ ἐκφυγέειν τε κακὸν καὶ βέλτιον εὑρεῖν. |
35 | τῶν καὶ ἑὸν φίλον υἱὸν ἀπ’ οὐλύμποιο καρήνων | | τῶν καὶ ἑὸν φίλον υἱὸν ἀπ’ οὐλύμποιο καρήνων |
| σοὶ ἀγαθὰ φρονέων προέηκεν μάρτυρα εἶναι, | | σοὶ ἀγαθὰ φρονέων προέηκεν μάρτυρα εἶναι, |
| ὃς καὶ σ’ οὐ κακὸν ὀσσόμενος πατρὶ δ’ ἧκε πιθήσας | 85 | ὃς καὶ σ’ οὐ κακὸν ὀσσόμενος πατρὶ δ’ ἧκε πιθήσας |
| παρθενικῆς ἱερὴν κατὰ γαστέρ’ ἀμύμονος ἐσδύς. | | παρθενικῆς ἱερὴν κατὰ γαστέρ’ ἀμύμονος ἐσδύς. |
| ἥδ’ ὑποκυσσαμένη τέκεν ἀθανάτου θεοῦ υἱόν. | | ἥδ’ ὑποκυσσαμένη τέκεν ἀθανάτου θεοῦ υἱόν. |
40 | πνεύματος ἐξ ἁγίου πατρὸς μεγάλου ἰότητι | | πνεύματος ἐξ ἁγίου πατρὸς μεγάλου ἰότητι |
| οὐδέ τιν’ ᾗ θέμις ἐστὶ βροτῶν ποτε ἀνδρὶ μιγεῖσα, | | οὐδέ τιν’ ᾗ θέμις ἐστὶ βροτῶν ποτε ἀνδρὶ μιγεῖσα, |
| ἀλλ’ ἐπεὶ οὖν πρὸ φόωσδ’ ἦγεν θεὸς ὃν φίλον υἱόν, | 90 | ἀλλ’ ἐπεὶ οὖν πρὸ φόωσδ’ ἦγεν θεὸς ὃν φίλον υἱόν, |
| μήτηρ μὲν καλέσασκεν ἰησοῦν πατρὸς ἐφετμῇ | | μήτηρ μὲν καλέσασκεν ἰησοῦν πατρὸς ἐφετμῇ |
| τὸν πάντων σωτῆρα βροτῶν, τὸν χριστὸν ἀληθῆ. | | τὸν πάντων σωτῆρα βροτῶν, τὸν χριστὸν ἀληθῆ. |
45 | ὣς ἄρα θειότοκος γόνος ἑβραίων ἐπὶ γαῖαν | | ὣς ἄρα θειότοκος γόνος ἑβραίων ἐπὶ γαῖαν |
| θνητὸν ἔχων δέμας ἠδὲ φυὴν ἄλλ’ ὥσπερ οἱ ἡμεῖς | | θνητὸν ἔχων δέμας ἠδὲ φυὴν ἄλλ’ ὥσπερ οἱ ἡμεῖς |
| ἀγγελιῶν πατρὸς μεμνημένος αἰὲν ἐφοίτα, | 95 | ἀγγελιῶν πατρὸς μεμνημένος αἰὲν ἐφοίτα, |
| ἀρνύμενος ψυχὰς μερόπων ζωῆς τε χατίζων | | ἀρνύμενος ψυχὰς μερόπων ζωῆς τε χατίζων |
| ἡμετέρας, ἔχε γὰρ θάνατος καὶ μοῖρα κραταίη. | | ἡμετέρας, ἔχε γὰρ θάνατος καὶ μοῖρα κραταίη. |
50 | τῷ καὶ ἵνα ῥύσῃ, ὑπεμείνατο κῆρα μέλαιναν, | | τῷ καὶ ἵνα ῥύσῃ, ὑπεμείνατο κῆρα μέλαιναν, |
| σταυρωθείς τε ἑὸν βίον ὤλεσεν, ὥστε σαῶσαι | | σταυρωθείς τε ἑὸν βίον ὤλεσεν, ὥστε σαῶσαι |
| ἀνθρώπων θνητὸν δειλῶν γένος ἐξ ἀΐδαο. | 100 | ἀνθρώπων θνητῶν δειλῶν γένος ἐξ ἀΐδαο. |
| οἷ καταβησόμενος δῆσ’ αὐτὸν καὶ θεραπόντα | | οἷ καταβησάμενος δῆσ’ αὐτὸν καὶ θεραπόντα |
| ἀργαλέον μόρον ὄντ’ ἐχθρὸν πάντεσσι βροτοῖσι. | | ἀργαλέον μόρον ὄντ’ ἐχθρὸν πάντεσσι βροτοῖσι. |
55 | δῆσε δ’ ἐν ἀρρήκτοις δεσμοῖς τά τε τεύχε’ ἐσύλα, | | δῆσε δ’ ἐν ἀρρήκτοις δεσμοῖς τά τε τεύχε’ ἐσύλα, |
| καὶ ξίφε’ ἠδ’ ἰοὺς στιβαρῇς κατέαξε χέρεσσι, | | καὶ ξίφε’ ἠδ’ ἰοὺς στιβαρῇς κατέαξε χέρεσσι, |
| τὰς τ᾿ ἀνόμους πράξεις ἀσεβῆ καὶ ἀτάσθαλα ἔργα | 105 | τὰς τ᾿ ἀνόμους πράξεις ἀσεβῶν θ’ ὁρμήματα ἔργων, |
| τοῖς πάρος ἀνθρώπων ἀκορέστως φῦλ’ ὀλέκοντο. | | οἷς πάρος ἀνθρώπων ἀκορέστως φῦλ’ ὀλέκοντο. |
| οὕτως ἀνθρώπων τε φονεὺς καὶ δεῖμ’ ἀϊδωνεὺς | | οὕτως ἀνθρώπων τε φονεὺς καὶ δεῖμ’ ἀϊδωνεὺς |
60 | καὶ θάνατος πρὸς τοῦδε δάμη βίῃ ἀμεγάρτω. | | καὶ θάνατος πρὸς τοῦδε δάμη βίῃ ἀμεγάρτω. |
| αὐτοῦ δ’ ὅττι τάφῳ ἔνι νεκροῦ σῶμα τριταίου | | αὐτοῦ δ’ ὅττε τάφῳ ἔνι νεκροῦ σῶμα τριταίου |
| κρύπτ’ ἐχθροῖς μέγα χάρμα, φίλοισι δὲ πένθος ἄλαστον | 110 | κρύπτ’ ἐχθροῖς μέγα χάρμα, φίλοισι δὲ πένθος ἄλαστον |
| ἀμφότεροι γὰρ ἔφαν τόνδ’ οὔπω ἐσμὲν ἰδῆσαι, | | ἀμφότεροι γὰρ ἔφαν τόνδ’ οὐκέτ’ ἐς αἰὲν ἰδῆσαι, |
| ἐκ τότ’ ἄρ’ οὖν θανάτου πυλέων, στυγνοῦ τ’ ἀχέροντος | | ἐκ τότ’ ἄρ’ οὖν θανάτου πυλέων, στυγνοῦ τ’ ἀχέροντος |
65 | ζωὸς ἀνέστη ἐὼν καὶ γὰρ θεὸς αὐτὸν ἔγειρε, | | ζωὸς ἀνέστη ἐὼν καὶ γὰρ θεὸς αὐτὸν ἔγειρε, |
| ἡμῶν θ’ ἡγεῖσθαι, χ’ ἡμῖν βασιλεύεμεν αἰεί. | | ἡμῶν θ’ ἡγεῖσθαι, χ’ ἡμῖν βασιλεύεμεν αἰεί. |
| τῷ καὶ ἀπ’ αἰθερίων ᾧ πατρὶ παρήμενος ἑδρῶν | 115 | τῷ καὶ ἀπ’ αἰθερίας ᾧ πατρὶ παρήμενος ἕδρας |
| πάντα κατασκοπιᾷ τε καὶ αὐτῷ πάντα μέμηλε. | | πάντα κατασκοπιᾷ τε καὶ αὐτῷ πάντα μέμηλε. |
| ἤτοι γοῦν, φίλε παῖ, οὕτω σ’ ἀγαπῶντα δίωκε, | | τοῦτον γοῦν, φίλε παῖ, τόσσον σ’ ἀγαπῶντα δίωκε, |
70 | ἠδ’ ἐφέπου καλέοντι. σὲ δ’ αὖ ὅδε πάντα διδάξει | | ἠδ’ ἐφέπου καλέοντι. σὲ δ’ αὖ ὅδε πάντα διδάξει |
| ἅττα σὲ χρὴ πράττειν, σφετέρων γὰρ ἀπ’ ἥνδανεν ἔργων | | ἅττα σὲ χρὴ πράττειν, βροτέων γὰρ ἀπ’ ἥνδανεν ἔργων |
| οὐδείς πω κτίστῃ πάντων ἀγαθῶν τε κακῶν τε | 120 | οὐδείς πω κτίστῃ πάντων, ὅσα δῆτ’ ἐγένοντο |
| ἀλλ’ ὅδ’, τούς γ’ ἐθέλει, καὶ ἐφέλκει καὶ μεταπλάττει, | | ἀλλ’ ὅδ’ ἑοῖ πισύνους καὶ ἐφέλκει καὶ μεταπλάττει, |
| εἰς κραδίην ὃν πνεῦμα βαλὼν θεῖόν θ’ ἁγιόν τε. | | εἰς κραδίην ὃν πνεῦμα βαλὼν θεῖόν θ’ ἁγιόν τε. |
75 | τοῦδ’ ἄπο θαρσυνόμεσθα μένος τ᾿ ἔχομεν φρεσὶ ἠῢ | | τοῦδ’ ἄπο θαρσυνόμεσθα μένος τ᾿ ἔχομεν φρεσὶν ἠῢ |
| ἠδ’ αὐτὸν τολμῶμεν ἁμαρτωλοί περ ἐόντες | | ἠδ’ αὐτὸν τολμῶμεν ἁμαρτωλοί περ ἐόντες |
| ἡμέτερων πατέρα κράξαντες τέκνα καλέσσαι | 125 | ἡμέτερον πατέρα κράξαντες τέκνα καλέσσαι |
| αὐτοῦ γὰρ τ’ ἐσμὲν λαός τ’ ἔθνος τ’ ἀγαπητόν, | | αὐτοῦ γὰρ τ’ ἐσμὲν λαός τ’ ἔθνος τ’ ἀγαπητόν, |
| αὐτὸς ὃς εἰς ἀγέλην πρόβατ’, εἴς θ’ ἓν πῶϋ ἔκλεισεν. | | αὐτὸς ὃς εἰς ἀγέλην πρόβατ’, εἴς θ’ ἓν πῶϋ ἔκλεισεν. |
80 | τὺ μόνον αὐτοῦ μεῖνον, ἀκουσάμενος θεοῦ ὄσσαν | | τὺ μόνον αὐτοῦ μεῖνον, ἀκουσάμενος θεοῦ ὄσσαν |
| οὐδ’ ἅλιον τοῦδ’ ἔσσετ’ ἔπος ποτέ γ’ ὅττι κεν εἴπῃ. | | οὐδ’ ἅλιον τοῦδ’ ἔσσετ’ ἔπος ποτέ γ’ ὅττι κεν εἴπῃ. |
| ἐξ ἄρα σοῦ βάλε πάντα φόβον, καὶ τάρβεα θυμοῦ | 130 | ἐξ ἄρα σοῦ βάλε πάντα φόβον, καὶ τάρβεα θυμοῦ |
| καὶ μοῦνον πίστευε λόγῳ, θεὸς ὅντιν’ ἐνίσπῃ. | | καὶ μούνῳ πίστευε λόγῳ, θεὸς ὅντιν’ ἐνίσπῃ. |
| κεῖνος δ’ οὐ μὲν ἄνευθεν ἐών, ἀλλ’ ἄγχι παραστὰς | | κεῖνος δ’ οὐ μὲν ἄνευθε μένων, ἀλλ’ ἄγχι παραστὰς |
85 | παντόσ’, ὅπου φύλακός κε δέῃ σεῦ κήδε’ ἀπωθεῖ. | | παντόσ’, ὅπου φύλακός γε δέῃ σεῦ κήδε’ ἀπωθεῖ. |
| ὃς γὰρ καὶ πετεινὰ δι’ ἠέρος αὐγαλέοιο | | ὃς δὴ καὶ πετεεινὰ δι’ αὐγαλέοιο νομεύων |
| σμικρὰ ἥτ’ ἔνθα καὶ ἔνθα ποτώμενα αἰὲν ἀλᾶται, | 135 | ἠέρος ἔνθα καὶ ἔνθα ποτώμενα ὧδε κυβερνᾷ |
| στρουθία τε ψάρους τε κολοιούς τε κόρακάς τε | | ὥστε τροφὴν εὑρεῖν, καὶ νήπια τέκν’ ἀτιτάλλειν, |
| ὥστε τροφὴν εὑρεῖν, παρέχει, καὶ τέκν’ ἀτιτάλλειν, | | στρουθία τε ψάρους τε κολοιούς τε κόρακάς τε. |
90 | μήδε τις ἰξευτὴς μάλα περ πεπνυμένος ἐλθὼν | | μήδε τις ἰξευτὴς μάλα περ πεπνυμένος ἐλθὼν |
| τοῦ γε θεοῦ ἀέκοντος ἀπ’ αἰθέρος εἶχε κατασπᾶν | | τοῦ γε θεοῦ ἀέκοντος ἀπ’ αἰθέρος εἶχε κατασπᾶν |
| τῶνδ’ ἓν ἀτιμότατον θεὸς ἣν χεῖρ’ ὅτταν ὑπέρσχῃ | 140 | τῶνδ’ ἓν ἀτιμότατον θεὸς ἣν χεῖρ’ ὅτταν ὑπέρσχῃ |
| ἀλλ’ ὅ γ’ ὑμᾶς φιλέει, ἐλθεῖν τε πρὸς αὑτὸν ἀνώγει. | | ἀλλ’ ὅ γ’ ὑμᾶς φιλέει, ἐλθεῖν τε πρὸς αὑτὸν ἀνώγει. |
| ἢν ἰδὲ καὶ ὅσσοις λειμῶνες τηλεθόωσι | | ἢν ἰδὲ καὶ ὅσσοις λειμῶνες τηλεθόωσι |
95 | καλοὶ μυδαλέοι θέρεος ζαθεῇ ὑπὸ αἴγλῃ | | καλοὶ μυδαλέοι θέρεος ζαθεῇ ὑπὸ αἴγλῃ |
| ἄνθεσι, τοῖς τε ἰοῖς καὶ εὐόδμοισι σελίνοις, | | ἄνθεσι, τοῖς τε ἰοῖς καὶ πορφυρέοισι ῥόδοισι, |
| καὶ μαλάχαις τε ῥόδοις τε καὶ εὐθαλεῖ οὔλῳ ἀνήθῳ. | 145 | καὶ λευκοῖσι κρίνοισι καὶ ἱμερόεσσ’ ὑακίνθοις. |
| τίς δ’ ἄρα πω βασιλεύς, ὃς ἐν ἀνθρώποισι κέκαστο | | τίς δ’ ἄρα πω βασιλεύς, ὃς ἐν ἀνθρώποισι κέκαστο |
| πλούτῳ καὶ δυνάμει, τοῖσιν γανόωσιν ἄνακτες | | πλούτῳ καὶ δυνάμει, τοῖς περ γανόωσιν ἄνακτες |
100 | τῶν δ’ ἕν’ ἴσην ἑσθῆτ’ ἐπιείμενος ἐν θρόνῳ ἦσθο [sic!]; | | τῶν δ’ ἕν’ ἴσην ἑσθῆτ’ ἐπιείμενος ἐν θρόνῳ ἦστο; |
| καὶ τάδε που θέρεος γαίης φθίνοντος ἀν’ οὖδας | | καὶ τάδε που θέρεος γαίης φθίνοντος ἀν’ οὖδας |
| πάντα μαραίνονται, τά γε μὴ βροτοὶ ἔφθαν ἄραντες. | 150 | πάντα μαραίνονται, τά γε μὴ βροτοὶ ἔφθαν ἄραντες. |
| ὣς τάδε φῦλλα θεὸς κοσμεῖ ἀμενηνὰ ἐόντα. | | ὣς μὲν φῦλλα θεὸς κοσμεῖ τάδ’ ἐόντ’ ἀμενηνά. |
| τῆς δ’ ἔτι σεῖο τριχῶν κεφαλῆς θεὸς οἶδεν ἀριθμὸν | | τῆς δέ τε σεῖο τριχῶν κεφαλῆς θεὸς οἶδεν ἀριθμὸν |
105 | καί σοι ἀεὶ παρμέμβλωκεν νύκτας τε καὶ ἦμαρ. | | καί σοι ἀεὶ παρμέμβλωκεν νύκτας τε καὶ ἦμαρ. |
| τίπτ’ οὖν ἠὲ μόρον κακὸν ἠέ τι ἄλλο δέδοικας; | | τίπτ’ οὖν ἠὲ μόρον κακὸν ἠέ τι ἄλλο δέδοικας; |
| τοιοῦτον πάσαις ἐνὶ πομπὸν ὁδοῖσι κιχήσας. | 155 | τοιοῦτον πάσαις ἐνὶ πομπὸν ὁδοῖσι κιχήσας. |
| θάρσεο. ζήσεις γὰρ καὶ εἰν ἀΐδαο δόμοισιν. | | θάρσει. ζήσεις γὰρ καὶ εἰν ἀΐδαο δόμοισιν. |
| οὐδὲ μελαγχλαίνου πεδάαν κῆρες θανάτοιο | | οὐδὲ μελαγχλαίνου πεδάαν κῆρες θανάτοιο |
110 | τοσσοῦτόν σε δυνήσονθ’ ὡς μὴ δεσμὸν ἀλύξαι. | | τοσσοῦτόν σε δυνήσονθ’ ὡς μὴ δεσμὸν ἀλύξαι. |
| ἦ τοι γὰρ χρόνος ἔσθ’, ὅθ’ ἑὴν ἐς σάρκα ἕκαστος | | ἦ τοι γὰρ χρόνος ἔσθ’, ὅθ’ ἑὴν ἐς σάρκα ἕκαστος |
| δύσσεται ἐκ νεκρῶν, ζωὸς κακὸς ἠδὲ καὶ ἐσθλός. | 160 | δύσσεται ἐκ νεκρῶν, ζωὸς κακὸς ἠδὲ καὶ ἐσθλός. |
| ἔσθλ’ ἵν’ ἐγερθέντες βίον ἄφθορον αἰὲν ἔχωσι, | | ἔσθλ’ ἵν’ ἐγερθέντες βίον ἄφθορον αἰὲν ἔχωσι, |
| νικηταὶ κόσμου τ’ ἀΐδος τ’ ἐρέβευς τε μόρου τε, | | νικηταὶ κόσμου τ’ ἀΐδος τ’ ἐρέβευς τε μόρου τε, |
115 | οὐκ οἶοι, διὰ δὲ χριστὸν θεοῦ υἱὸν ἰησοῦν. | | οὐκ οἶοι, διὰ δὲ χριστὸν θεοῦ υἱὸν ἰησοῦν. |
| τοὺς δὲ κακοὺς νὺξ κυκλώσει, ἔρεβός τε σκότος τε. | | τοὺς δὲ κακοὺς νὺξ κυκλώσει, ἔρεβός τε σκότος τε. |
| αὐτὸς δ’, ὦ φίλοι, αὖ τε κρινεῖ οὕτως ὁ φιλήσας | 165 | αὐτὸς δ’, ὦ φίλοι, αὖ τε κρινεῖ οὕτως ὁ φιλήσας |
| αἰθέρος ἐκ προφανεὶς νεφέων πυρόεντος ὁμίχλης | | αἰθέρος ἐκ προφανεὶς νεφέων πυρόεντος ὁμίχλης |
| χερσὶ κεραυνὸν ἔχων, σὺν πλήθει οὐρανιώνων. | | χερσὶ κεραυνὸν ἔχων, σὺν πλήθει οὐρανιώνων. |
120 | ἔνθα διακριθέντες ἑὸν ποτὶ δῶμα κατάξει | | ἔνθα διακριθέντας ἑὸν ποτὶ δῶμα κατάξει |
| αὑτῷ πιστεύσαντας, ἑῷ τ’ ἔπει ἐμβατέοντας, | | αὑτῷ πιστεύσαντας, ἑῷ τ’ ἔπει ἐμβεβαῶτας, |
| δειδίσσων ἐχθρούς, κακίαν τ’ ἀπὸ πᾶσαν ἀμύνων. | 170 | δειδίσσων ἐχθρούς, κακίαν τ’ ἀπὸ πᾶσαν ἀμύνων. |
| τῶνδε μέτ’ οὐ τέλος οὐδὲ χαρᾶς ἔστ’ οὐδὲ πόνοιο. | | τῶνδε μέτ’ οὐ τέλος οὐδὲ χαρᾶς ἔστ’ οὐδὲ πόνοιο. |
| οἱ δ’ ἀγάθ’ ἕξουσιν τιμὴν καὶ δόξαν ὀπίσσω | | οἱ δ’ ἀγάθ’ ἕξουσιν τιμὴν καὶ δόξαν ὀπίσσω |
125 | ὅττ’ εὐεργεσίῃσι γέρας καὶ κῦδος ὀπηδεῖ. | | ὅττ’ εὐεργεσίῃσι γέρας καὶ κῦδος ὀπηδεῖ. |
| οἱ δ’ ἀσεβεῖς κλαύσουσι κακῶν ἕνεχ’ ὅσσα ἔωργαν. | | οἱ δ’ ἀσεβεῖς κλαύσουσι κακῶν ἕνεχ’ ὅσσα ἔωργαν. |
| οὐδ’ ἔτι παυσωλὴ ἀχέων ἔσετ’, οὐδ’ ἀλεωρή. | 175 | οὐδ’ ἔτι παυσωλὴ ἀχέων ἔσετ’, οὐδ’ ἀλεωρή. |
| ταῦτ’ ἐνὶ βάλλεο φρεσσὶ τεῇς καὶ μήποτε λήθη | | ταῦτ’ ἐνὶ βάλλεο φρεσσί τε ᾗς καὶ μήποτε λήθη |
| σεῦ ἄπο αἱρείτω, μηδ’ αὖ περὶ τῶνδ’ ἀπορήσεις. | | σεῦ ἄπο αἱρείτω, μηδ’ αὖ περὶ τῶνδ’ ἀπορήσεις. |
130 | μῦσος γὰρ δεινόν, ψεῦδος φάσκειν θεοῦ αὐδήν. | | μῦσος γὰρ χαλεπόν, ψεῦδος φάσκειν θεοῦ αὐδήν. |
| τοῦτό γε μὴν ἔσετ’ οὔθ’ ἅλιόν γ’ ἔπος, οὐδ’ ἀτέλεστον. | | τοῦτό γε μὴν ἔσετ’ οὔθ’ ἅλιόν γ’ ἔπος, οὔτ’ ἀτέλεστον. |
| | 180 | ἐν δ’ ἄρα τῷδε βίῳ θείου μένετ’ ἐντὸς ὁμίλου |
| FINIS | | ἔνθα λόγος θεοῦ οὐράνιος κηρύσσεται αἰὲν |
| | | ἀψευδής, ἀμετάβλητος, θεὸς αὐτὸς ἰησοῦς |
| | | ἤτ’ αὐτοῦ διδαχὴ στομάτων σωτήριος ἠχεῖ |
| | | πρεσβυτέρων ἄπο καὶ μετὰ λαοῖς ἱρὰ δίδονται |
| | 185 | σημεῖ’ εὐνοίας πατέρος βασιλῆος ἀνάρχου, |
| | | αὐτοῦ θ’ υἱέος ἐκ γενετῆρος ἀειγενέταο. |
| | | ἀΐδιον διὰ πνεῦμ’ ἅγιον πιστῶν παράκλητον. |
| | | πρῶτον μὲν γνώσῃ παλινόρσου λοῦτρα βίοιο, |
| | | καὶ γένεσιν θνητοῖσιν ἄνωθε φορούμενον ὕδωρ |
| | 190 | νάματος ἀγλαοποιοῦ, ἁμαρτονίβοιο, διαυγοῦς. |
| | | δεύτερον αὖ δύναμιν κλειδοῦχον, τῇ ἔπι κεῖται |
| | | ἀνθρώποισιν ὄλυμπον ἀνοίγειν ἠδ’ ἀποκλεῖσαι. |
| | | καὶ τρίτον οὐράνιον δεῖπνον, τῷ κύριος αὐτὸς |
| | | ἑστιάων τε τροφή τε πάρεστι, διδοῖ γὰρ ἔδεσθαι |
| | 195 | σῶμ’ ἴδιον (μέγα θαῦμα βεβήλοις) αἷμά τε πίνειν |
| | | τοῖς ἐπὶ ταῦτ’ ἀχθεῖσιν ἐν ἐκκλήτῳ συνομίλῳ. |
| | | ἔνθα μέν, ὅστις ἁμαρτήσεις κατὰ δάκρυα λείβων |
| | | ἐκ κραδίης θρήνοισι κατεῖπεν, τόνδ’ ἀπολῦσαν |
| | | ῥῆμα θεοῦ πιστῶν αὖθις κοινωνὸν ἔθηκεν. |
| | 200 | ἔνθα δὲ πᾶς τις ποιεῖτ’ εὐχὰς ἠδὲ δεήσεις, |
| | | κύριος ὡς ἐκέλευσε καὶ ἐξεδίδαξε μαθητάς, |
| | | ὥστε προσεύχεσθ’ ὧδε. πατὴρ ὦ ὢν ἐν ὀλύμπῳ |
| | | τοὔνομα σεῖ’ ἁγιασθήτω, πάτερ ἡμέτερ’, αἰεί. |
| | | ἐρχέσθω σέθεν ἀρχέβιος βασίλει’ ἀπέραντος. |
| | 205 | καὶ τὸ θέλημα γενηθήτω τεόν, ὡς ἐν ὀλύμπῳ |
| | | οὕτω καὶ γαίης ἔπι πανταχοῦ. ἄρτον ἐπ’ ἦμαρ |
| | | βόσκων σῆς ἀγέλην πάρεχ’ ἡμῖν ἄφθονον αὐλῆς. |
| | | πάντως δ’ ἡμετέρας ἄφες, ὦ πάτερ ἤπι’, ὀφειλὰς |
| | | καὶ γὰρ ἰδοὺ τόδε ποιοῦμεν πρὸς τοὺς πέλας ἡμεῖς. |
| | 210 | μηδ’ ἡμᾶς πείραζε κακοῖς μογεροὺς πρὶν ἐόντας, |
| | | ῥῦσον δ’ ἐκ καμάτων θ’ ἡμᾶς ἐκ τοῦ τε πονηροῦ, |
| | | ὦ πάτερ, ὦ βασιλεῦ, ἔνδοξ’ ἀρετῇ δυνάμει τε. |
| | | οὕτως οὖν τις ἐπιστρωφάσθω. Τῷ δ’ ἄρ’ ἔπειτα |
| | | ὄλβος ἀπειρέσιος ζωή τ’ αἰώνιος ἔσται, |
| | 215 | οὐδὲ βλαβήν τι δύναιτο κακόν ποτ’ ἐνέγκεμεν οὐδέν, |
| | | ἵλεω<ν> εὑρόντ’ αἰῶνος, κόσμοιο θ’ ἅπαντος |
| | | κύριον, ἀρχηγόν, βασιλῆα, δι’ υἱέος, ὅνπερ |
| | | μεσσευτὴν ἔχομεν πρὸς ἐκεῖνον μοῦνον, ἰησοῦν |
| | | ἐλθόντ’ εἰς χθόνα θνητόν, ἀπ’ ἀθανάτοιο γενέθλης |
| | 220 | εἵνεχ’ ἁμαρτωλῶν, ἵνα τοι σώσειεν ἀλιτρούς. |
| | | χαῖρε θε’ ἄμβροτε χριστέ, βροτῶν μόνε σῶτερ, ἰησοῦ, |
| | | χαῖρε καὶ ἡμετέρας εὔνους ἀπόπαυε μερίμνας. |
| | | |
| | | Ἰοαχεῖμος Καμεράριος |